Book 41
32.2
οὔτʼ ἂν ἐς τὴν Ἰταλίαν μετὰ τῶν ὅπλων ἤλθομεν (οὐ γὰρ ἔξεστιν e)/cestin Xyl., e)/t' e)/stin L.) οὔτʼ ἂν τά τε τῶν Κελτῶν καὶ τὰ τῶν Βρεττανῶν ἀτέλεστα κατελίπομεν, δυνηθέντες ἂν καὶ ἐκεῖνα προσκατεργάσασθαι. proskaterga/sasqai R. Steph., proskaterga/sesqai L.
32.3
οὐκοῦν πῶς μὲν οὐκ ἄτοπον ἐπὶ τῇ τῶν ἀδικούντων τιμωρίᾳ παρόντας ἡμᾶς μηδὲν ἧττον ἐκείνων πλεονεκτοῦντας φανῆναι; πῶς δʼ οὐ σχέτλιον πρὸς ἐπικουρίαν τῆς πατρίδος ἀφιγμένους συμμάχων αὐτὴν ἑτέρων ἀναγκάσαι καθʼ
32.4
ἡμῶν δεηθῆναι; καίτοι ἔγωγε τοσοῦτον περιεῖναι τοῖς δικαιώμασι τοῦ Πομπηίου νομίζω ὥστε καὶ ἐς δίκην πολλάκις αὐτὸν προκαλέσασθαι, καὶ ἐπειδή γε μὴ ἠθέλησεν εἰρηνικῶς ὑπὸ τοῦ συνειδότος διακριθῆναι, πάντα μὲν τὸν δῆμον πάντας δὲ τοὺς συμμάχους ἐλπίσαι διὰ τοῦτο προσθήσεσθαι.
32.5
ἀλλὰ νῦν, ἄν γε καὶ τοιαῦτα ποιῶμεν, οὔτʼ αὐτὸς ἐπιτήδειόν τι ἕξω προΐσχεσθαι οὔτε ἐκείνοις ἀνεπιεικὲς a)nepieike\s Rk., a)\n e)pieike\s L. ἐγκαλέσαι. δεῖ δὲ δὴ καὶ τοῦ δικαίου πᾶσαν ἡμᾶς πρόνοιαν ποιεῖσθαι· μετὰ μὲν γὰρ τούτου καὶ ἡ παρὰ τῶν ὅπλων ἰσχὺς εὔελπίς ἐστιν, ἄνευ δʼ ἐκείνου βέβαιον οὐδέν, κἂν παραυτίκα τις κατορθώσῃ τι, ἔχει.
33.1
καὶ ὅτι ταῦθʼ οὕτω πέφυκε, καὶ ὑμῶν οἱ πλείους ἐπίστανται· πάντα γοῦν τὰ προσήκοντα ἀπαράκλητοι a)para/klhtoi R. Steph., a)para/blhtoi L. πράττετε. ὅθεν που καὶ ἐγὼ συνεκάλεσα ὑμᾶς, ἵνα καὶ μάρτυρας καὶ ἐπόπτας τῶν τε λεγομένων καὶ τῶν tw=n supplied by Bk. πραττομένων ποιήσωμαι.
33.2
ἀλλʼ ὑμεῖς μὲν me\n supplied by Bk. οὐ τοιοῦτοί ἐστε, καὶ διὰ ταῦτα καὶ ἐπαινεῖσθε· ὀλίγοι δὲ δή τινες ὁρᾶτε ὅπως, πρὸς τῷ πολλὰ κεκακουργηκέναι καὶ μηδεμίαν αὐτῶν δίκην δεδωκέναι, καὶ προσεπαπειλοῦσιν ἡμῖν. οὐ μέντοι καὶ ἐγὼ οὔτʼ ἄλλως καλὸν εἶναι νομίζω ἄρχοντά τινα τῶν ἀρχομένων