Thesauros Literature History Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) Cassius Dio Cocceianus

Book 41

33.3 ἡττᾶσθαι, οὔτʼ ἂν σωτήριόν τι γενέσθαι ποτέ, εἰ τὸ ταχθὲν ὑπηρετεῖν τινι κρατεῖν αὐτοῦ ἐπιχειρήσειεν. σκέψασθε δέ, ποῖος μὲν ἂν a)\n supplied by Bk. κόσμος οἰκίας γένοιτο, ἂν οἱ ἐν τῇ ἡλικίᾳ ὄντες τῶν πρεσβυτέρων καταφρονήσωσι, ποῖος δὲ διδασκαλείων, ἂν οἱ φοιτῶντες τῶν παιδευτῶν ἀμελήσωσι; τίς ὑγίεια νοσοῦσιν, ἂν μὴ πάντα τοῖς ἰατροῖς οἱ κάμνοντες πειθαρχῶσι, τίς δὲ ἀσφάλεια ναυτιλλομένοις, ἂν οἱ ναῦται τῶν κυβερνητῶν ἀνηκουστῶσι;
33.4 φύσει τε γὰρ ἀναγκαίᾳ τινὶ καὶ σωτηρίᾳ a)nagkai/a| tini\ kai\ swthri/a| Rk., a)nagkai=a/ tina kai\ swth/ria L. τὸ μὲν ἄρχειν ἐν τοῖς ἀνθρώποις τὸ δὲ ἄρχεσθαι τέτακται, καὶ ἀδύνατόν ἐστιν ἄνευ αὐτῶν καὶ ὁτιοῦν καὶ ἐφʼ ὁποσονοῦν διαγενέσθαι. προσήκει τε τῷ μὲν ἐπιστατοῦντί τινος ἐκφροντίζειν τε τὰ δέοντα καὶ ἐπιτάττειν, τῷ δὲ ὑποτεταγμένῳ πειθαρχεῖν τε ἀπροφασίστως καὶ ἐκπονεῖν τὸ
33.5 κελευόμενον· ἐξ οὗ καὶ μάλιστα τό τε ἔμφρον τοῦ ἄφρονος καὶ τὸ ἐπιστῆμον τοῦ ἀνεπιστήμονος ἐν παντὶ προτετίμηται.
34.1 οὕτω δὴ οὖν τούτων ἐχόντων οὐκ ἄν ποτε οὔτε συγχωρήσαιμί τι τούτοις τοῖς θορυβήσασιν
34.2 ἀναγκασθεὶς οὔτʼ ἂν ἐπιτρέψαιμι βιασθείς. ἢ τί μὲν ἀπό τε τοῦ Αἰνείου καὶ ἀπὸ τοῦ Ἰούλου γέγονα, τί δὲ ἐστρατήγησα, τί ὑπάτευσα, ἐπὶ τί δὲ ὑμᾶς τοὺς μὲν οἴκοθεν ἐξήγαγον τοὺς δʼ ὕστερον προσκατέλεξα, ἐπὶ τί τοσοῦτον ἤδη χρόνον τὴν
34.3 ἐξουσίαν τὴν ἀνθύπατον ἔχω λαβών, ἄν γε δουλεύσω τινὶ ὑμῶν καὶ νικηθῶ τινος ὑμῶν ἐνταῦθα ἐν τῇ Ἰταλίᾳ, πρὸς τὴν Ῥώμην, διʼ οὗ ou(= “N” in Reimar's ed., w(=n L. καὶ Γαλάτας ἐχειρώσασθε καὶ Βρεττανῶν
34.4 ἐκρατήσατε; τί δείσας καὶ τί φοβηθείς; μή μέ τις ὑμῶν ἀποκτείνῃ; ἀλλʼ εἰ μέν πάντες ταῦτʼ ἐφρονεῖτε, ἑκὼν ἂν ἀποθανεῖν εἱλόμην ἢ τό τε ἀξίωμα τῆς ἡγεμονίας καταλῦσαι καὶ τὸ φρόνημα
34.5 τὸ τῇ προστατείᾳ προσῆκον ἀπολέσαι· πολὺ γάρ που πλείω πόλει κινδυνεύεται τοῦ ἕνα ἄνδρα ἀδίκως ἀποθανεῖν, ἂν ἐθισθῶσιν οἱ στρατιῶται τοῖς τε στρατηγοῖς σφων προστάττειν τινὰ καὶ τὰ δίκαια

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme