Thesauros Literature History Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) Cassius Dio Cocceianus

Book 41

35.1 τὰ τῶν νόμων ἐν ταῖς χερσὶ ποιεῖσθαι. ἀλλὰ τοῦτο μὲν οὐδὲ ἐπηπείληκέ τις αὐτῶν (καὶ γὰρ ἂν καὶ παραχρῆμα εὖ οἶδʼ ὅτι πρὸς ὑμῶν τῶν ἄλλων ἀπέσφακτὀ, τὴν δὲ δὴ στρατείαν ὡς κεκμηκότες ἐξίστανται καὶ τὰ ὅπλα ὡς καὶ πεπονημένοι κατατίθενται, καὶ πάντως, ἄν γε μὴ παρʼ ἑκόντος μου τούτου τύχωσι, καὶ τὴν τάξιν ἐκλείψουσι e)klei/yousi R. Steph., e)klei/ywsi L. καὶ πρὸς τὸν Πομπήιον μεταστήσονται· ἅπερ που καὶ kai\ added by R. Steph. παραδηλοῦσί
35.2 τινες. καὶ τίς μὲν οὐκ ἂν ἐθελήσειε τοιούτων ἀνθρώπων στερηθῆναι, τίς δʼ οὐκ ἂν εὔξαιτο τοιούτους ἐκείνῳ στρατιώτας ὑπάρξαι, οἵτινες μήτε τοῖς διδομένοις ἀρκοῦνται μήτε τοῖς προσταττομένοις πείθονται, ἀλλʼ ἐν ἡλικίᾳ γῆρας καὶ ἐν ἰσχύι ἀσθένειαν προβαλλόμενοι δεσπόζειν τε τῶν ἀρχόντων καὶ τυραννεῖν τῶν ἡγουμένων
35.3 σφῶν ἀξιοῦσιν; ἐγὼ γὰρ μυριάκις ἂν καὶ πρὸς τὸν Πομπήιον ὁπωσδήποτε καταλλαγῆναι καὶ ἄλλο ὁτιοῦν παθεῖν ἑλοίμην ἤ τι ἀνάξιον τοῦ τε πατρίου φρονήματος καὶ τῆς ἐμαυτοῦ προαιρέσεως
35.4 πρᾶξαι. ἢ h)\ added by Oddey. ἀγνοεῖτε ὅτι οὔτε δυναστείας οὔτε πλεονεξίας ἐπιθυμῶ, οὐδέ μοι πρόκειται πάντως τι καὶ ἐκ παντὸς τρόπου καταπρᾶξαι, ὥστε τι ἐπὶ τούτῳ καὶ ψεύσασθαι καὶ θωπεῦσαι καὶ κολακεῦσαί τινας; παύσασθε μὲν δὴ διὰ ταῦτα τῆς στρατείας, ὦ τί ἂν ὑμᾶς ὀνομάσαιμι; οὐ μέντοι ὡς καὶ αὐτοὶ καὶ βούλεσθε καὶ φατέ, ἀλλʼ ὡς τῷ κοινῷ καὶ ἐμοὶ συμφέρει.”
35.5 Ταῦτʼ εἰπὼν ἐκλήρωσεν αὐτοὺς ἐπὶ θανάτῳ, καὶ τοὺς μὲν θρασυτάτους (οὗτοι γὰρ ἐκ παρασκευῆς ἔλαχονʼ ἐδικαίωσε, e)dikai/wse Reim., e)di/wce L. τοὺς δʼ ἄλλους ὡς οὐδέν σφων δεόμενος διῆκε. καὶ ἐκεῖνοι μὲν μετανοήσαντες ἐφʼ οἷς ἔπραξαν
36.1 ἀναστρατεύεσθαι ἔμελλον· ἐν ὁδῷ δὲ ἔτʼ ὄντος αὐτοῦ Μᾶρκος Αἰμίλιος Λέπιδος, οὗτος ὁ καὶ ἐν τῇ τριαρχίᾳ triarxi/a| Xiph., trihrarxi/ai L. ὕστερον γενόμενος, τῷ τε δήμῳ συνεβούλευσε στρατηγῶν δικτατορα τὸν Καίσαρα προχειρίσασθαι καὶ εὐθὺς εἶπεν αὐτὸν παρὰ τὰ

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme