Thesauros Literature History Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) Cassius Dio Cocceianus

Book 41

38.2 τιθείς, ἀλλʼ ὡς καὶ πρότερόν ποτε ἐσενεχθέντα ἀνανεούμενος, εἴτʼ οὖν ἵνα τοῖς τε δανεισταῖς οἱ ὀφείλοντές τι ἐκτίνωσι καὶ τοῖς δεομένοις οἱ ἄλλοι δανείζωσιν, εἴτε καὶ ὅπως οἵ τε εὐποροῦντες ἔκδηλοι γένωνται καὶ χρήματα μηδεὶς αὐτῶν ἀθρόα ἔχῃ, μὴ καὶ ἀπόντος τι
38.3 νεωτερισθῇ. ἐπαρθέντος δὲ ἐπὶ τούτῳ τοῦ πλήθους, καὶ ἀξιοῦντος καὶ τοῖς οἰκέταις μήνυτρα ἐπʼ αὐτῷ κατὰ τῶν δεσποτῶν προτεθῆναι, proteqh=nai H. Steph., proteqei=nai L. οὔτε προσέγραψεν αὐτὸ τῷ νόμῳ, καὶ προσέτι καὶ ἐξώλειαν ἑαυτῷ προσεπηράσατο, ἄν ποτέ τι δούλῳ κατὰ τοῦ δεσπότου εἰπόντι πιστεύσῃ.
39.1 Καῖσαρ μὲν δὴ ταῦτά τε πράξας καὶ τὰ ἀναθήματα, τά τε ἄλλα καὶ τὰ ἐκ τοῦ Καπιτωλίου πάντα, ἀνελόμενος ἐς τὸ Βρεντέσιον ἐπʼ ἐξόδῳ τοῦ ἔτους, καὶ πρὶν ἐς τὴν ὑπατείαν ἐς
39.2 ἣν ἐκεχειροτόνητο ἐσελθεῖν, ἐξώρμησε. καὶ αὐτοῦ τὰ τῆς ἐκστρατείας ποιοῦντος ἴκτινος ἐν τῇ ἀγορᾷ κλωνίον δάφνης ἑνὶ τῶν συμπαρόντων οἱ ἐπέρριψε· καὶ μετὰ τοῦτο τῇ Τύχῃ θύοντος ὁ ταῦρος ἐκφυγὼν πρὶν τιτρώσκεσθαι, ἔξω τε τῆς πόλεως ἐξεχώρησε καὶ πρὸς λίμνην τινὰ
39.3 ἐλθὼν διενήξατο αὐτήν. κἀκ τούτων ἐπὶ πλέον θαρσήσας ἠπείχθη, καὶ μάλισθʼ ὅτι οἱ μάντεις μένοντι μὲν αὐτῷ οἴκοι ὄλεθρον, περαιωθέντι δὲ τὴν θάλασσαν καὶ σωτηρίαν καὶ νίκην ἔσεσθαι
39.4 ἔφασαν. ἀφορμηθέντος δὲ αὐτοῦ οἱ παῖδες οἱ ἐν τῇ πόλει ὄντες διχῇ τε ἐνεμήθησαν αὐτοκέλευστοι, καὶ οἱ μὲν Πομπηιείους *pomphiei/ous Xyl., pomphi/ous L (and so regularly'. σφᾶς οἱ δὲ Καισαρείους *kaisarei/ous H. Steph., kaisari/ous L (regularly'. ὀνομάσαντες ἐμαχέσαντο τρόπον τινὰ ἄνευ ὅπλων ἀλλήλοις, καὶ ἐπεκράτησαν οἱ oi( Bk., o(/soi L. τῇ τοῦ Καίσαρος προσωνυμίᾳ χρώμενοι.
40.1 ἐν ᾧ δὲ ταῦτʼ ἔν τε τῇ Ῥώμῃ καὶ ἐν τῇ Ἰβηρίᾳ ἐγίγνετο, Μᾶρκος μὲν Ὀκτάουιος καὶ Λούκιος Σκριβώνιος Λίβων *li/bwn R. Steph., labw\n L. Πούπλιον Κορνήλιον Δολοβέλλαν, τά τε τοῦ Καίσαρος πράττοντα καὶ ἐν τῇ Δελματίᾳ *delmati/a| St., dalmati/ai L. ὄντα, ἐξήλασαν ἐξ αὐτῆς τῷ τοῦ

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme