Thesauros Literature History Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) Cassius Dio Cocceianus

Book 41

44.2 Ἰόνιον διαβαλεῖνʼ, Καῖσαρ δὲ ἦν μὲν ἐν Βρεντεσίῳ τὸ ἔαρ ἀναμένων, πυθόμενος δὲ ἐκεῖνόν τε πόρρω te po/rrw Pflugk, te po/rrw te L. ὄντα καὶ τὴν καταντιπέρας ἤπειρον ἀμελῶς τηρουμένην, τό τε καινὸν τοῦ πολέμου ἥρπασε καὶ τῷ ἀνειμένῳ a)neime/nw| Rk., a)ne/mwi L. αὐτοῦ ἐπέθετο. μεσοῦντος γοῦν τοῦ χειμῶνος μέρει τοῦ στρατοῦ ἀπῆρεν (οὐ γὰρ ἦσαν ἱκαναὶ νῆες ὥστε πάντας ἅμα αὐτοὺς
44.3 περᾶσαἰ, καὶ λαθὼν τὸν Βίβουλον τὸν Μᾶρκον, ᾧ ἡ θάλασσα φρουρεῖσθαι προσετέτακτο, ἐπεραιώθη πρὸς τὰ ἄκρα τὰ Κεραύνια ὠνομασμένα· ἔστι δὲ ἔσχατα τῆς Ἠπείρου, πρὸς τῷ στόματι τοῦ Ἰονίου κόλπου. καὶ ἐλθὼν ἐνταῦθα πρὶν ἔκπυστος ὅτι καὶ πλευσεῖται γενέσθαι, τὰς ναῦς
44.4 ἐς τὸ Βρεντέσιον ἐπὶ τοὺς λοιποὺς ἔστειλε· καὶ αὐτὰς ὁ Βίβουλος ἀνακομιζομένας ἐκάκωσε, καί τινας καὶ ἀνεδήσατο, ὥστε τὸν Καίσαρα ἔργῳ μαθεῖν ὅτι εὐτυχέστερον τὸν πλοῦν ἢ εὐβουλότερον ἐπεποίητο.
45.1 ἐν δʼ οὖν τῇ διατριβῇ ταύτῃ τό τε Ὠρικὸν *)wriko\n R. Steph., nwriko\n L. καὶ τὴν Ἀπολλωνίαν ἄλλα τε τῶν ἐκείνῃ χωρίων ἐκλειφθέντα ὑπὸ τῶν τοῦ Πομπηίου φρουρῶν παρεστήσατο. ἡ δὲ Ἀπολλωνία αὕτη ἡ h( added by Bk. Κορινθία ἐν καλῷ μὲν τῆς γῆς ἐν καλῷ δὲ καὶ τῆς
45.2 θαλάσσης ποταμῶν τε ἄριστα κεῖται. ὅ τε μάλιστα διὰ πάντων ἐθαύμασα, πῦρ πολὺ πρὸς τῷ Ἀώῳ *)aw/w| Palmerius, following Casaubon, a)/na| L. ποταμῷ ἀναδίδοται, καὶ οὔτε ἐπὶ πλεῖον τῆς πέριξ γῆς ἐπεξέρχεται, οὔτʼ αὐτὴν ἐκείνην ἐν ᾗ ἐνδιαιτᾶται ἐκπυροῖ ἢ καὶ κραυροτέραν πῃ ποιεῖ, ἀλλὰ καὶ πόας καὶ δένδρα καὶ πάνυ πλησία θάλλοντα ἔχει· πρός τε τὰς ἐπιχύσεις
45.3 τῶν ὄμβρων ἐπαύξει καὶ ἐς ὕψος ἐξαίρεται. καὶ διὰ τοῦτο αὐτό τε Νυμφαῖον ὀνομάζεται καὶ δὴ καὶ μαντεῖον τοιόνδε τι παρέχεται. λιβανωτὸν δὴ λαβών, καὶ προσευξάμενος ὅ τι ποτὲ καὶ
45.4 βούλει, ῥίπτεις αὐτὸν τὴν εὐχὴν φέροντα. κἀν τούτῳ τὸ πῦρ, ἂν μέν τι ἐπιτελὲς ᾖ h)=| Pflugk, ei)/h L. ἐσόμενον, δέχεται αὐτὸν ἑτοιμότατα, κἂν ἄρα καὶ ἔξω που προπέσῃ, prope/sh| Rk., prospe/shi L. προσδραμὸν ἥρπασε καὶ κατανάλωσεν· ἂν δὲ ἀτέλεστον ᾖ, οὔτʼ ἄλλως αὐτῷ προσέρχεται, κἂν ἐς αὐτὴν τὴν φλόγα φέρηται, ἐξαναχωρεῖ τε

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme