Book 41
47.3
διῆγε. γνοὺς δὲ ταῦθʼ ὁ Πομπήιος συμβαλεῖν μὲν αὐτῷ ὡς ὅτι τάχιστα ἠθέλησε, καὶ διὰ τοῦτο καὶ τὸν ποταμὸν ἐπιδιαβῆναι ἐπεχείρησεν· ὡς δὲ ἡ γέφυρα βάρος λαβοῦσα διελύθη καί τινες τῶν προδιαβεβηκότων μονωθέντες ἀπώλοντο, ἐπέσχεν ἀθυμήσας ὅτι πρῶτον τῶν τοῦ πολέμου ἔργων ἁπτόμενος ἐπταίκει. κἀν τούτῳ καὶ τοῦ Ἀντωνίου ἐπελθόντος
48.1
φοβηθεὶς ἀπεχώρησε πρὸς τὸ Δυρράχιον. τέως μὲν γὰρ ὁ Βίβουλος ἔζη, οὐδʼ ἀπᾶραι ἐκεῖνος ἐκ τοῦ Βρεντεσίου ἐτόλμησεν· τοσαύτη που φυλακὴ αὐτοῦ ἐγίγνετο· ἐπεὶ δὲ αὐτός τε ἐκκαμὼν ὑπὸ τῆς ταλαιπωρίας ἐτελεύτησε καὶ τὴν ναυαρχίαν ὁ Λίβων διεδέξατο, κατεφρόνησεν αὐτοῦ καὶ ἀνηγάγετο ὡς καὶ βιασόμενος τὸν ἔκπλουν.
48.2
καταραχθείς τε ἐς τὴν γῆν ἠμύνατό τε αὐτὸν ἰσχυρῶς προσβαλόντα οἱ, καὶ μετὰ τοῦτο ἐπεκβῆναί ποι βουληθέντα οὐδαμῇ τῆς ταύτῃ
48.3
ἠπείρου προσορμισθῆναι εἴασεν. ἀπορήσας οὖν ὁ Λίβων καὶ ὅρμου καὶ ὕδατος (τὸ γὰρ νησίδιον τὸ πρὸς τοῦ λιμένος ὄν, ἐς ὅπερ μόνον προσέχειν ἐδύνατο, καὶ ἄνυδρον καὶ ἀλίμενόν ἐστινʼ ἀπέπλευσε πόρρω ποι, ὅπου ἀμφοτέρων εὐπορήσειν
48.4
ἔμελλε. καὶ οὕτως ὁ Ἀντώνιος ἐξαναχθεὶς ὕστερον πρὸς μὲν ἐκείνου, καίπερ μετεώροις σφίσιν ἐπιχειρῆσαι ἐθελήσαντος, οὐδὲν ἔπαθε· χειμὼν γὰρ σφοδρὸς ἐπιγενόμενος ἐκώλυσε τὴν ἐπίθεσιν· πρὸς δὲ δὴ αὐτοῦ τούτου ἀμφότεροι ἐκακοπάθησαν.
49.1
διασωθέντων δʼ οὖν τῶν στρατιωτῶν ὅ τε Πομπήιος ἐς τὸ Δυρράχιον, ὥσπερ εἶπον, ἀνεχώρησε, καὶ ὁ Καῖσαρ ἐπηκολούθησεν αὐτῷ θαρσήσας, ὅτι τῷ πλήθει τῶν τότε συνόντων οἱ περιῆν
49.2
ἐκ τῶν προσγεγενημένων. τὸ δὲ Δυρράχιον ἐν τῇ γῇ τῇ πρότερον μὲν Ἰλλυριῶν τῶν Παρθινῶν, νῦν δὲ καὶ τότε γε ἤδη h)/dh Leuncl., h(/de L. Μακεδονίας *makedoni/as Oddey, makedoni/a L. νενομισμένῃ κεῖται, καὶ ἔστιν ἐπικαιρότατον, εἴτʼ οὖν ἡ Ἐπίδαμνος ἡ h( Reim., kai\ h( L. τῶν Κερκυραίων εἴτε καὶ ἑτέρα τις οὖσα. καὶ οἱ μὲν τοῦτο γράψαντες τήν τε κτίσιν αὐτῆς καὶ τὸ ὄνομα ἐς Δυρράχιον ἥρωα