Book 41
52.2
ποιῆσαι. ἐκ δὲ δὴ τῆς αὐτῆς ταύτης διανοίας οὐδὲ ἐς τὴν Ἰταλίαν οὔτʼ αὐτὸς ἔπλευσεν οὔτʼ ἄλλους τινὰς ἔπεμψε, καίτοι ῥᾳδίως ἂν πᾶσαν αὐτὴν κατασχών· τῷ τε γὰρ ναυτικῷ πολὺ ἐκράτει ἅτε πεντακοσίας ναῦς ταχείας ἔχων, ὥστε πανταχόσε ἅμα κατᾶραι, καὶ τὰ ἐκεῖ οὔτʼ ἄλλως αὐτῷ ἤχθετο, οὔτε, εἰ καὶ τὰ ta\ added by R. Steph. (and so *w). μάλιστα ἠλλοτρίωτο,
52.3
ἀξιόμαχά γε ἀντιπολεμῆσαι ἦν. πόρρω τε po/rrw te Bk., porrwte/rwi L. γὰρ τοῦ περὶ αὐτῆς δόξαι πολεμεῖν ἀφεστηκέναι ἐβούλετο, καὶ φόβον οὐδένα τοῖς ἐν τῇ Ῥώμῃ τότε οὖσι παρασχεῖν ἠξίου. τῆς μὲν οὖν Ἰταλίας διὰ ταῦτʼ οὐκ ἐπείρασεν, οὐ μὴν οὐδὲ ἐπέστειλε τῷ κοινῷ περὶ τῶν πραχθέντων οὐδέν· ἐπὶ δὲ δὴ τὸν Καίσαρα μετὰ τοῦθʼ ὁρμήσας ἐς τὴν Θεσσαλίαν ἀφίκετο.
53.1
ἀντικαθημένων δὲ αὐτῶν ἀλλήλοις ἡ μὲν ὄψις τῶν στρατοπέδων πολέμου τινὰ εἰκόνα ἔφερεν, ἡ δὲ δὴ χρεία τῶν ὅπλων ὡς καὶ ἐν εἰρήνῃ ἡσύχαζε. τό τε γὰρ μέγεθος τοῦ κινδύνου διασκοποῦντες, καὶ τὸ ἄδηλον τό τε ἀστάθμητον τῶν πραγμάτων προορώμενοι, καί τινα καὶ αἰδῶ τοῦ τε ὁμοφύλου καὶ τῆς συγγενείας ἔτι ποιούμενοι
53.2
διέμελλον, κἀν τούτῳ καὶ λόγους περὶ φιλίας σφίσιν ἀντέπεμπον, καί τισι καὶ συναλλαγήσεσθαι διὰ κενῆς ἔδοξαν. αἴτιον δὲ ὅτι τοῦ τε παντὸς κράτους ἀμφότεροι ἐφιέμενοι, καὶ πολλῇ μὲν φιλοτιμίᾳ ἐμφύτῳ πολλῇ δὲ καὶ
53.3
φιλονεικίᾳ ἐπικτήτῳ χρώμενοι (πρός τε γὰρ τῶν ἴσων καὶ πρὸς τῶν οἰκειοτάτων ἥκιστά τινες ἐλαττούμενοι φέρουσινʼ οὔτε τι συγχωρῆσαι ἀλλήλοις ἤθελον, ὥσπερ ἀμφότεροι κρατῆσα δυνάμενοι, οὔτε πιστεῦσαι, κἂν συμβαθῇ sumbaqh=| St., sumbanqh=i L. τι ἐδύναντο μὴ οὐ τοῦ πλείονός τε ἀεί σφας ὀριγνήσεσθαι καὶ ὑπὲρ τοῦ παντὸς αὖθις στασιάσειν
54.1
γνώμῃ μὲν γὰρ τοσοῦτον ἀλλήλων διέφερον ὅσον Πομπήιος μὲν οὐδενὸς ἀνθρώπων δεύτερος, Καῖσαρ δὲ καὶ πρῶτος πάντων εἶναι ἐπεθύμει, καὶ ὁ μὲν παρʼ ἑκόντων τε τιμᾶσθαι καὶ ἐθελόντων προστατεῖν φιλεῖσθαί τε ἐσπούδαζε, τῷ δὲ οὐδὲν ἔμελεν εἰ καὶ ἀκόντων ἄρχοι καὶ μισοῦσιν ἐπιτάσσοι,