Book 41
56.1
ἔκ τε οὖν τούτων καὶ ἐξ αὐτῆς τῆς αἰτίας τῆς τε ὑποθέσεως τοῦ πολέμου ἀξιολογώτατος ἀγὼν συνηνέχθη. ἥ τε γὰρ πόλις ἡ τῶν Ῥωμαίων καὶ ἡ ἀρχὴ αὐτῆς ἅπασα, καὶ πολλὴ καὶ μεγάλη ἤδη οὖσα, ἆθλόν σφισι προύκειτο· εὔδηλον γάρ που πᾶσιν ἦν ὅτι τῷ τότε κρατήσαντι δουλωθήσεται.
56.2
τοῦτό τε οὖν ἐκλογιζόμενοι, καὶ προσέτι καὶ τῶν προτέρων ἔργων, Πομπήιος μὲν τῆς τε Ἀφρικῆς καὶ τοῦ Σερτωρίου τοῦ τε Μιθριδάτου καὶ τοῦ Τιγράνου καὶ τῆς θαλάσσης, Καῖσαρ δὲ τῆς τε Γαλατίας καὶ τῆς Ἰβηρίας τοῦ τε
56.3
Ῥήνου καὶ τῆς Βρεττανίας, ἀναμιμνησκόμενοι, καὶ κινδυνεύειν τε καὶ περὶ ἐκείνοις ἡγούμενοι καὶ προσκτήσασθαι τὴν ἀλλήλων δόξαν σπουδὴν ποιούμενοι, ὤργων. τά τε γὰρ ἄλλα τῶν ἡττημένων τοῖς κρατοῦσι προσγίγνεται καὶ ἡ εὔκλεια ὅτι μάλιστα· ὅσῳ γὰρ ἂν μείζω καὶ δυνατώτερόν τις ἀνταγωνιστὴν καθέλῃ, τόσῳ καὶ αὐτὸς ἐπὶ
57.1
μεῖζον αἴρεται. καὶ διὰ τοῦτο καὶ τοῖς στρατιώταις πολλὰ μὲν παραπλήσια δʼ οὖν ἀλλήλοις παρῄνεσαν, εἰπόντες πάνθʼ ὅσα ἐν τῷ τοιούτῳ πρός τε τὸ αὐτίκα τοῦ κινδύνου καὶ πρὸς τὸ ἔπειτα πρέπει λέγεσθαι. ἔκ τε γὰρ τῆς αὐτῆς πολιτείας ὁρμώμενοι καὶ ὑπὲρ τῶν αὐτῶν λόγους
57.2
ποιούμενοι, καὶ ἀλλήλους τε τυράννους καὶ αὑτοὺς ἐλευθερωτὰς αὐτῶν ὀνομάζοντες, οὐδέν σφισι διάφορον εἰπεῖν ἔσχον, ἀλλʼ ὅτι τοῖς μὲν ἀποθανεῖν τοῖς δὲ σωθῆναι, καὶ τοῖς μὲν αἰχμαλώτους τοῖς δὲ ἐν δεσπότου μοίρᾳ πάντα τε ἔχειν ἢ πάντων στερηθῆναι καὶ παθεῖν ἢ ποιῆσαι δεινότατα
57.3
ὑπάρξει. τοιαύτας οὖν δή τινας παραινέσεις τοῖς πολίταις ποιησάμενοι, καὶ προσέτι καὶ τὰ τῶν ὑπηκόων τῶν τε συμμάχων πρός τε τὰς ἐλπίδας τῶν κρεισσόνων καὶ πρὸς τοὺς φόβους τῶν χειρόνων προαγαγόντες, συνέβαλον ἀλλήλοις τοὺς ὁμοφύλους, τοὺς συσκήνους, τοὺς συσσίτους,