Book 41
59.3
ἐμέμνηντο καὶ ἐσκύλευον. ταῦτα μὲν οἵ τε Ῥωμαῖοι καὶ οἱ ἄλλοι οἱ ἐκ τῆς Ἰταλίας συστρατευόμενοί σφισιν, ὅπου ποτὲ προστύχοιεν ἀλλήλοις, καὶ ἔπραττον καὶ ἔπασχον· καὶ πολλοὶ πολλὰ καὶ οἴκαδε διʼ αὐτῶν τῶν σφαγέων
59.4
ἐνετέλλοντο. τὸ δὲ ὑπήκοον καὶ προθύμως καὶ ἀφειδῶς ἐμάχετο, πολλὴν σπουδήν, ὥσπερ ποτὲ ὑπὲρ u(pe\r R. Steph., u(po\ L. τῆς σφετέρας ἐλευθερίας, οὕτω τότε κατὰ τῆς τῶν Ῥωμαίων δουλείας ποιούμενοι, ἐπιθυμίᾳ, ἅτε ἐν πᾶσιν αὐτῶν ἐλαττούμενοι, ὁμοδούλους σφᾶς ἔχειν.
60.1
μεγίστη τε οὖν ἡ μάχη καὶ πολυτροπωτάτη διά τε ταῦτα καὶ διὰ τὸ πλῆθος τό τε πολυειδὲς τῆς παρασκευῆς ἐγένετο. πάμπολλοι μὲν γὰρ ὁπλῖται πάμπολλοι δὲ καὶ ἱππῆς, τοξόται τε ἕτεροι καὶ σφενδονῆται ἄλλοι ὄντες, τό τε πεδίον πᾶν κατέλαβον, καὶ σκεδασθέντες πολλαχῇ μὲν ἀλλήλοις οἷα ὁμόσκευοι, πολλαχῇ δὲ καὶ ἑτέροις
60.2
ἀναμὶξ ἐμάχοντο. προεῖχον δὲ οἱ Πομπηίειοι τῇ τε ἱππείᾳ καὶ τῇ τοξείᾳ, καὶ διὰ τοῦτο πόρρωθέν τε ἐγκυκλούμενοί τινας προσβολαῖς αἰφνιδίοις ἐχρῶντο, καὶ συνταράξαντες αὐτοὺς ἐξανεχώρουν, εἶτʼ αὖθις καὶ μάλʼ αὖθις ἐπετίθεντό σφισι, τοτὲ
60.3
μὲν ἐνταῦθα τοτὲ δὲ ἐκεῖσε μεθιστάμενοι. οἱ οὖν Καισάρειοι ταῦτά τε ἐφυλάσσοντο, καὶ τὰς τάξεις σφῶν ἐξελίσσοντες ἀντιπρόσωποί τε ἀεὶ τοῖς προσβάλλουσιν prosba/llousin Xiph., prosbalou=sin L. ἐγίγνοντο καὶ ὁμόσε αὐτοῖς χωροῦντες τῶν τε ἀνδρῶν καὶ τῶν ἵππων i(/ppwn Xiph., i(ppe/wn L. ἀντελαμβάνοντο, προθύμως ἀγωνιζόμενοι· καὶ γὰρ πεζοὶ τοῖς ἱππεῦσιν αὐτῶν κοῦφοι ἐπʼ αὐτὸ
60.4
τοῦτο συνετετάχατο. καὶ ταῦτα οὐ καθʼ ἕν, kaq' e(/n Rk., kaq' e(/na L. ὥσπερ εἶπον, ἀλλὰ πολλαχῇ ἅμα σποράδην ἐγίγνετο, ὥστε τῶν μὲν πόρρωθεν μαχομένων τῶν δὲ συσταδὸν ἀγωνιζομένων, καὶ τῶν μὲν παιόντων τινὰς τῶν δὲ πατασσομένων, φευγόντων ἑτέρων, διωκόντων ἄλλων, a)/llwn Xiph., e(te/rwn L. πολλὰς μὲν πεζομαχίας