Thesauros Literature History Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) Cassius Dio Cocceianus

Book 41

63.2 ἐφείσατο. τί γὰρ δεῖ τοὺς ἄλλους τοὺς τὰς συμμαχίας πέμψαντας καταλέγειν, οἷς καὶ αὐτοῖς συγγνώμην ἔνειμε, χρήματα μόνον παρʼ αὐτῶν au)tw=n R. Steph., au)tou= L. λαβών; ἄλλο γὰρ οὐδὲν οὔτε ἔδρασέ σφας οὔτʼ ἀφείλετο, a)fei/leto St., a)fei/lato L. καίπερ πολλῶν πολλὰ καὶ μεγάλα, τὰ μὲν πάλαι τὰ δὲ καὶ τότε, παρὰ τοῦ Πομπηίου
63.3 εἰληφότων. μέρος μὲν γάρ τι τῆς Ἀρμενίας τῆς τοῦ Δηιοτάρου γενομένης Ἀριοβαρζάνει τῷ τῆς Καππαδοκίας βασιλεῖ ἔδωκεν, οὐ μέντοι καὶ τὸν Δηιόταρον ἐν τούτῳ τι ἔβλαψεν, ἀλλὰ καὶ προσευηργέτησεν· proseuhrge/thsen St., proseuerge/thsen L. οὐ γὰρ ἐκείνου τὴν χώραν ἀπετέμετο, ἀλλʼ ὑπὸ τοῦ Φαρνάκου πᾶσαν τὴν Ἀρμενίαν καταληφθεῖσαν καταλαβὼν τὸ μέν τι αὐτῆς τῷ Ἀριοβαρζάνει τὸ δὲ δὴ τῷ Δηιοτάρῳ ἐχαρίσατο.
63.4 καὶ τούτοις μὲν οὕτως ἐχρήσατο· τῷ δὲ δὴ Φαρνάκῃ προβαλλομένῳ ὅτι μὴ προσαμύναι τῷ Πομπηίῳ, κἀκ τούτου συγγνώμης ἐφʼ οἷς ἐπεποιήκει τυχεῖν ἀξιοῦντι, οὔτε ἔνειμεν ἐπιεικὲς οὐδέν, καὶ προσέτι καὶ αὐτὸ τοῦτʼ ἐπεκάλεσεν, ὅτι καὶ πονηρὸς καὶ
63.5 ἀνόσιος περὶ τὸν εὐεργέτην ἐγένετο. τοσαύτῃ μὲν καὶ φιλανθρωπίᾳ καὶ ἀρετῇ πρὸς ἅπαντας τοὺς ἀντιπολεμήσαντας αὐτῷ ἐπίπαν e)pi/pan Kuiper, e)/phtan L. ἐχρῆτο· ἀμέλει καὶ τὰ γράμματα τὰ ta\ added by Rk. ἀπόθετα τὰ ἐν τοῖς τοῦ Πομπηίου κιβωτίοις εὑρεθέντα, ὅσα τινῶν τήν τε πρὸς ἐκεῖνον εὔνοιαν καὶ τὴν πρὸς ἑαυτὸν δύσνοιαν ἤλεγχεν, οὔτʼ ἀνέγνω οὔτʼ ἐξεγράψατο ἀλλʼ
63.6 εὐθὺς κατέφλεξεν, ὅπως μηδὲν ἀπʼ αὐτῶν δεινὸν ἀναγκασθῇ δρᾶσαι, ὥστε τινὰ καὶ διὰ ταῦτα τοὺς ἐπιβουλεύσαντας αὐτῷ μισῆσαι. τοῦτο δὲ οὐκ ἄλλως εἶπον, ἀλλʼ ὅτι καὶ ὁ Καιπίων *kaipi/wn Leuncl., kapi/wn L. ὁ Βροῦτος ὁ Μᾶρκος, ὁ μετὰ τοῦτο αὐτὸν ἀποκτείνας, καὶ ἑάλω ὑπʼ αὐτοῦ καὶ ἐσώθη.
← Previous 41 / 41

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme