Book 42
17.3
ἰδίᾳ δὲ τὰ ἐναντιώτατα τῶν φανερῶν οἱ τῷ τε Καίσαρι ἀχθόμενοι καὶ τὰ τοῦ Πομπηίου προαιρούμενοι καὶ ἔλεγον καὶ ἐποίουν, κἀκ τούτου τα τε ἀγγελλόμενα a)ggello/mena Xyl., a)pollo/mena L. κατὰ τὸ πρόσφορόν σφισιν ἀμφότεροι λαμβάνοντες τοῖς μὲν δεδιότως τοῖς δὲ
17.4
θαρσούντως ἐχρῶντο, καὶ οἷα πολλῶν καὶ ποικίλων ἔν τε τῇ αὐτῇ ἡμέρᾳ καὶ ἐν τῇ αὐτῇ ὥρᾳ πολλάκις λογοποιουμένων χαλεπώτατα διετίθεντο· καὶ γὰρ ἥδοντο καὶ ἐλυποῦντο καὶ ἐθάρσουν
18.1
καὶ ἐφοβοῦντο διὰ βραχυτάτου. ἀγγελθείσης δὲ τῆς Φαρσαλικῆς μάχης ἐπὶ πολὺ μὲν ἠπίστουν· οὔτε γὰρ ὁ Καῖσαρ τῷ κοινῷ τι ἐπέστειλεν, ὀκνήσας δημοσίᾳ χαίρων ἐπὶ τοιαύτῃ νίκῃ φανῆναι (διόπερ οὐδὲ ἐπινίκια αὐτῆς ἔπεμψἐ, καὶ ὁ παράλογος πρός τε τὴν παρασκευὴν αὐτῶν
18.2
καὶ πρὸς τὰ ἐλπιζόμενα πολὺς ἐφαίνετο. ὡς δʼ οὖν ἐπίστευσάν ποτε, τὰς μὲν εἰκόνας τοῦ τε Πομπηίου καὶ τοῦ Σύλλου τὰς ἐπὶ τῷ βήματι ἑστώσας ἀνεῖλον, ἄλλο δὲ οὐδὲν τότε ἔπραξαν· συχνοὶ μὲν γὰρ οὐδὲ τοῦτο βουλόμενοι ποιῆσαι, συχνοὶ δὲ καὶ τὸν Πομπήιον, μή πως ἀναμαχέσηται, φοβούμενοι, τῷ τε Καίσαρι καὶ ἐκεῖνο e)kei=no Xyl., e)kei/nwi L.
18.3
ἱκανῶς ἔχειν ἐνόμιζον, καὶ τὸν Πομπήιον εὐπαραίτητον eu)parai/thton Bs., a)parai/thton L. ἐπʼ αὐτῷ γενήσεσθαί σφισι προσεδόκων. ἐπεὶ μέντοι καὶ ἀπέθανεν, ὀψὲ μὲν καὶ τοῦτο, καὶ οὐ πρότερον πρὶν τὸν δακτύλιον αὐτοῦ πεμφθέντα ἰδεῖν, ἐπίστευσαν (ἐνεγέγλυπτο δὲ ἐν αὐτῷ τρόπαια
19.1
τρία, ὥσπερ καὶ ἐν τῷ τοῦ Σύλλοὐ, ὡς δʼ οὖν ἐτεθνήκει, φανερῶς τε ἤδη τὸν μὲν ἐπῄνουν τὸν δὲ ἐλοιδόρουν, καὶ πᾶν ὅ τι ποτὲ ἐξευρεῖν ἐδύναντο ἐσηγοῦντο δοθῆναι τῷ Καίσαρι. καὶ ἔν τε τούτῳ πολλὴ ἦν h)=n supplied by Bk. παρὰ πάντων ὡς εἰπεῖν τῶν πρώτων ἅμιλλα, ὑπερβάλλειν σφῶν ἀλλήλους τῇ κολακείᾳ σπουδαζόντων, καὶ ἐν τῇ ἐπιχειροτονίᾳ
19.2
αὐτῶν· τοῖς τε γὰρ ἐπιβοήμασι e)piboh/masi Dind., e)piboh/sasi L. καὶ τοῖς σχήμασι πάντες, ὡς καὶ παρόντος καὶ ὁρῶντος τοῦ Καίσαρος, πολὺ πλείστην σπουδὴν ἐνεδείκνυντο, καὶ ἐνόμιζον εὐθὺς ἀντʼ αὐτῶν, ὥσπερ τι αὐτῷ χαριζόμενοι ἀλλʼ οὐκ ἐξ ἀνάγκης αὐτὸ ποιοῦντες, ὁ μὲν ἀρχὴν ὁ δὲ ἱερωσύνην ὁ δὲ καὶ