Book 42
19.3
χρήματα ἀντιλήψεσθαι. ἐγὼ οὖν τὰ μὲν ἄλλα, ὅσα ἤτοι καὶ ἑτέροις τισὶ πρότερον ἐψήφισται, εἰκόνας τε καὶ στεφάνους καὶ προεδρίας τά τε τοιουτότροπα, ἢ καινὰ kaina\ R. Steph., kena\ L. μὲν καὶ τότε ἐσενεχθέντα πρῶτον ἦν, οὐ μέντοι καὶ ὑπὸ τοῦ Καίσαρος ἐβεβαιώθη, παραλείψω, μὴ καὶ διʼ ὄχλου γένωμαι
19.4
εἰ πάντα αὐτὰ ἐπεξίοιμι· τὸ δʼ αὐτὸ τοῦτο καὶ ἐν τοῖς ἔπειτα, καὶ μᾶλλόν γε ὅσῳ καὶ πλείω καὶ ἀτοπώτερα ἀεὶ ἐσήγετο, ποιήσω· μόνα δὲ δὴ ὅσα ἴδιόν τέ τι καὶ ἐξαίρετον ἔχοντα ἐκυροῦτο καταλέξω.
20.1
τούς τε γὰρ τὰ τοῦ Πομπηίου φρονήσαντας ἐπέτρεψαν αὐτῷ πᾶν ὅ τι pa=n o(/ ti Bk., panq' o(/ti L. ποτʼ ἂν ἐθελήσῃ δρᾶσαι, οὐχ ὅτι καὶ αὐτὸς παρʼ ἑαυτοῦ οὐ τοῦτʼ ἤδη λαβὼν εἶχεν, ἀλλʼ ἵνα καὶ ἐν νόμῳ δή dh/ Reim., h)/dh L. τινι αὐτὸ ποιεῖν δόξῃ· καὶ πολέμων καὶ εἰρήνης κύριον, προφάσει τῶν ἐν τῇ Ἀφρικῇ συνισταμένων, πρὸς πάντας ἀνθρώπους ἀπέδειξαν αὐτόν, κἂν μηδὲν μήτε τῷ δήμῳ μήτε
20.2
τῇ βουλῇ περὶ αὐτῶν κοινώσηται. καὶ ἦν μέν που καὶ τοῦτο καὶ πρὶν ἐπʼ ἐκείνῳ ἅτε καὶ δύναμιν τηλικαύτην ἔχοντι· τοὺς γοῦν πολέμους οὓς ἐπολέμησε πάντας ὀλίγου καθʼ ἑαυτὸν ἀνείλετο· ὅμως δʼ οὖν αὐτῷ (πολῖταί τε γὰρ καὶ αὐτοτελεῖς ἔτι δοκεῖν εἶναι ἤθελονʼ ταῦτά τε οὕτως ἐψηφίσαντο καὶ τἆλλα πάντα ἃ a(\ added by Xyl. καὶ ἀκόντων αὐτῶν ἔχειν
20.3
ἐδύνατο. ὕπατός τε γὰρ ἔτη πέντε ἐφεξῆς γενέσθαι καὶ δικτάτωρ οὐκ ἐς ἕκμηνον ἀλλʼ ἐς ἐνιαυτὸν ὅλον λεχθῆναι ἔλαβεν, τήν τε ἐξουσίαν τῶν δημάρχων διὰ βίου ὡς εἰπεῖν προσέθετο· συγκαθέζεσθαί τε γὰρ ἐπὶ τῶν αὐτῶν βάθρων καὶ ἐς τἆλλα συνεξετάζεσθαί
20.4
σφισιν, ὃ μηδενὶ ἐξῆν, εὕρετο. eu(/reto R. Steph., eu(/rhto L. αἵ τε te Bk., te ga\r L. ἀρχαιρεσίαι πᾶσαι, πλὴν τῶν τοῦ πλήθους, ἐπʼ αὐτῷ ἐγένοντο, καὶ διὰ τοῦτο ἐς τὴν παρουσίαν αὐτοῦ ἀναβληθεῖσαι ἐπʼ ἐξόδῳ τοῦ ἔτους ἐτελέσθησαν. τάς τε ἡγεμονίας τὰς ἐν τῷ ὑπηκόῳ τοῖς μὲν ὑπάτοις αὐτοὶ δῆθεν ἐκλήρωσαν, τοῖς δὲ δὴ στρατηγοῖς τὸν Καίσαρα ἀκληρωτὶ δοῦναι ἐψηφίσαντο· ἔς τε γὰρ τοὺς ὑπάτους καὶ ἐς τοὺς στρατηγοὺς αὖθις παρὰ τὰ δεδογμένα