Thesauros Literature History Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) Cassius Dio Cocceianus

Book 42

20.5 σφίσιν ἐπανῆλθον. καὶ ἕτερον δέ τι, εἰθισμένον μὲν γίγνεσθαι, ἐν δὲ δὴ τῇ τοῦ καιροῦ διαφθορᾷ καὶ ἐπίφθονον καὶ νεμεσητὸν ὄν, ἔγνωσαν· τοῦ γὰρ πολέμου τοῦ πρός τε τὸν Ἰόβαν καὶ πρὸς τοὺς Ῥωμαίους τοὺς μετʼ αὐτοῦ πολεμήσαντας, ὃν ὁ Καῖσαρ οὐδέπω τότε οὐδʼ ὅτι γενήσοιτο ἠπίστατο, πέμψαι τινὰ αὐτῷ νικητήρια ὡς κεκρατηκότι προσέταξαν.
21.1 Ταῦτʼ οὖν οὕτω καὶ ἐψηφίσθη καὶ ἐκυρώθη· καὶ ὅ τε Καῖσαρ τὴν δικτατορίαν παραχρῆμα, καίπερ ἔξω τῆς Ἰταλίας ὤν, ὑπέστη, καὶ τὸν Ἀντώνιον μηδὲ ἐστρατηγηκότα ἵππαρχον προελόμενος, καὶ εἶπε καὶ τοῦτον ὁ ὕπατος, καίτοι τῶν οἰωνιστῶν σφοδρότατα ἀντειπόντων μηδενὶ ἐξεῖναι πλείω τοῦ ἑξαμήνου χρόνον ἱππαρχῆσαι.
21.2 ἀλλʼ ἐκεῖνοι μὲν γέλωτα ἐπὶ τούτῳ πολὺν ὠφλίσκανον, αὐτὸν μὲν τὸν δικτάτορα ἐς ἐνιαυτὸν παρὰ πάντα τὰ πάτρια λεχθῆναι γνόντες, περὶ
22.1 δὲ δὴ τοῦ ἱππάρχου ἀκριβολογούμενοι· ὁ δὲ δὴ Καίλιος *kai/lios Xyl., kaiki/lios L. ὁ Μᾶρκος καὶ ἀπώλετο τολμήσας τὰ περὶ τῶν δανεισμάτων ὑπὸ τοῦ Καίσαρος ὁρισθέντα, καθάπερ ἡττημένου τε αὐτοῦ καὶ ἐφθαρμένου, λῦσαι, καὶ διὰ τοῦτο καὶ τὴν Ῥώμην καὶ τὴν
22.2 Καμπανίαν ἐκταράξας. οὗτος γὰρ ἔπραξε μὲν me\n added by Bk. following Rk. ἀνὰ πρώτους τὰ τοῦ Καίσαρος, διὸ dio\ Bk., dia\ L. καὶ στρατηγὸς ἀπεδείχθη· ὀργισθεὶς δὲ ὅτι τε μὴ ἠστυνόμησεν καὶ ὅτι καὶ ὁ Τρεβώνιος ὁ συνάρχων αὐτοῦ οὐ κληρωτός, ὥσπερ εἴθιστο, ἀλλʼ αἱρετὸς ὑπὸ τοῦ Καίσαρος ἐς τὴν ἀστυνομίαν προεκρίθη,
22.3 ἠναντιοῦτο πρὸς πάντα τῷ συνάρχοντι καὶ οὔτʼ ἄλλο τι τῶν ἐπιβαλλόντων οἱ ποιεῖσθαι ἐπέτρεπεν, οὔτε τὰς δίκας κατὰ τοὺς τοῦ Καίσαρος νόμους τελεῖσθαι συνεχώρει, καὶ προσέτι τοῖς ὀφείλουσί τι βοηθήσειν ἐπὶ τοὺς δεδανεικότας καὶ τοῖς ἐν ἀλλοτρίων οἰκοῦσι τὸ ἐνοίκιον ἀφήσειν
22.4 ἐπηγγέλλετο. προσθέμενος δὲ ἐκ τούτου συχνοὺς ἐπῆλθε μετʼ αὐτῶν τῷ Τρεβωνίῳ, κἂν ἀπέκτεινεν αὐτὸν εἰ μὴ τήν τε ἐσθῆτα ἠλλάξατο καὶ διέφυγέ σφας ἐν τῷ ὄχλῳ. διαμαρτὼν δὲ τούτου νόμον ἰδίᾳ ἐξέθηκε, προῖκά τε πᾶσιν οἰκεῖν διδοὺς καὶ τὰ χρέα xre/a Xyl., xru/sea L. ἀποκόπτων.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme