Thesauros Literature History Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) Cassius Dio Cocceianus

Book 42

23.1 ὁ οὖν Σερουίλιος στρατιώτας τέ τινας ἐς Γαλατίαν κατὰ τύχην παριόντας μετεπέμψατο, καὶ τὴν βουλὴν τῇ παρʼ αὐτῶν φρουρᾷ συναγαγὼν προέθηκε γνώμην περὶ τῶν παρόντων, καὶ κυρωθέντος μὲν μηδενὸς (δήμαρχοι γὰρ ἐκώλυσανʼ συγγραφέντος δὲ τοῦ δόξαντος ἐκέλευσε τοῖς
23.2 ὑπηρέταις καθελεῖν τὰ πινάκια. ἐπειδή τε ὁ Καίλιος ἐκείνους τε ἀπήλασε καὶ αὐτὸν τὸν ὕπατον ἐς θόρυβον κατέστησε, συνῆλθον αὖθις φραξάμενοι τοῖς στρατιώταις, καὶ τὴν φυλακὴν τῆς πόλεως τῷ Σερουιλίῳ, ὥσπερ ἄνω μοι πολλάκις
23.3 περὶ αὐτῆς εἴρηται, παρέδοσαν. καὶ ὁ μὲν οὐδὲν ἐκ τούτου τῷ Καιλίῳ ὡς καὶ στρατηγοῦντι πρᾶξαι ἐφῆκεν, ἀλλὰ τά τε προσήκοντα τῇ ἀρχῇ αὐτοῦ ἄλλῳ τῳ τῶν στρατηγῶν προσέταξε, καὶ αὐτὸν ἐκεῖνον τοῦ τε συνεδρίου εἶρξε καὶ ἀπὸ τοῦ βήματος καταβοῶντά τι κατέσπασε, τόν τε
24.1 δίφρον αὐτοῦ συνέτριψεν· ὁ δὲ ὀργὴν μὲν πολλὴν pollh\n R. Steph., polu\ L. καθʼ ἕκαστον αὐτῶν ἐποιεῖτο, δεδιὼς δὲ μὴ καὶ κολασθῇ (δύναμιν γὰρ ἀξιόμαχον ἐν τῇ πόλει εἶχενʼ ἐς Καμπανίαν πρὸς Μίλωνα νεωτερίζοντά
24.2 τι ἀπᾶραι ἔγνω. ἐκεῖνος γὰρ ἐπειδὴ μόνος τῶν φευγόντων οὐ κατήχθη πρὸς τοῦ Καίσαρος, ἔς τε τὴν Ἰταλίαν ἀφίκετο, καὶ πολλοὺς ἀνθρώπους, τοὺς μὲν βίου δεομένους τοὺς δὲ καὶ τιμωρίαν τινὰ δεδιότας, συλλέξας τήν τε χώραν ἐκακούργει καὶ ταῖς πόλεσι ταῖς τε ἄλλαις καὶ τῇ Καπύῃ
24.3 προσέβαλλε. πρὸς οὖν τοῦτον ὁ Καίλιος ἀφορμῆσαι ἐθελήσας ὡς w(s Dind., w(/ste L. μετʼ αὐτοῦ πᾶν ὅ τι δύναιτο τὸν Καίσαρα λυπήσῃ, ἔπειτʼ ἐπειδὴ μήτε ἐκ τοῦ προφανοῦς ἐκδημῆσαι ἐδύνατο (παρετηρεῖτο γάρʼ μήτʼ αὖ ἐκδρᾶναι ἐτόλμα διά τε τἆλλα καὶ ὅτι πολλῷ πλείω ἔν τε τῷ σχήματι καὶ ἐν τῷ ὀνόματι τῷ τῆς στρατηγίας ὢν καταπράξειν ἤλπιζε, τῷ τε ὑπάτῳ προσῆλθε καὶ παρῃτεῖτο αὐτόν, λέγων καὶ πρὸς τὸν Καίσαρα ἀπελθεῖν βούλεσθαι.
24.4 ὑποτοπήσας οὖν ἐκεῖνος τὴν διάνοιαν αὐτοῦ ἐπέτρεψε μέν οἱ τοῦτο ποιῆσαι, ἄλλως τε καὶ ὅτι πολὺς ἐνέκειτο τό τε τοῦ Καίσαρος ὄνομα ἐπικαλούμενος καὶ πρὸς τὴν ἀπολογίαν δὴ ἐπείγεσθαι σκηπτόμενος, συνέπεμψε δὲ αὐτῷ δήμαρχόν τινα, ἵνʼ εἴ τι νεοχμῶσαι τολμήσειε

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme