Book 42
25.1
κωλυθείη. ὡς δὲ ἐν τῇ Καμπανίᾳ ἐγένοντο, καὶ ὅ τε Μίλων πταίσας πρὸς τῇ Καπύῃ ἐς τὰ Τιφατῖνα *tifati=na Dind., tifatnina\ L. ὄρη κατεπεφεύγει καὶ ὁ Καίλιος οὐκέτι περαιτέρω προυχώρει, δείσας ὁ δήμαρχος οἴκαδε
25.2
ἐπαναγαγεῖν αὐτὸν ἠθέλησε. προπυθόμενος οὖν ταῦθʼ ὁ Σερουίλιος τῷ μὲν Μίλωνι πόλεμον ἐν τῇ βουλῇ ἐπήγγειλε, τὸν δὲ δὴ Καίλιον ὑπομεῖναι μὲν ἐν τῷ προαστείῳ, μὴ καὶ ταράξῃ τι, ἐκέλευσεν, οὐ μέντοι διὰ φυλακῆς ἀκριβοῦς ἅτε καὶ στρατηγοῦντα ἐποιήσατο. ἀπέδρα τε οὖν καὶ
25.3
πρὸς τὸν Μίλωνα ἠπείγετο. κἂν ἔπραξέ τι ταραχῶδες, εἰ ζῶντα αὐτὸν εὑρήκει. νῦν δὲ ἐκ τῆς Καμπανίας ἐκπεσόντος αὐτοῦ καὶ ἐν Ἀπουλίᾳ φθαρέντος, ἔς τε τὴν Βρεττίαν *bretti/an Xyl., *brettani/an L. ἦλθεν ὡς ἐνταῦθά γέ τι συστήσων, καὶ ἐκεῖ πρὶν ποιῆσαί τι λόγου ἄξιον ἀπώλετο· συστραφέντες γὰρ οἱ τὰ τοῦ Καίσαρος πράττοντες ἀπέκτειναν αὐτόν.
26.1
καὶ οἱ μὲν οὕτως ἀπέθανον, οὐ μέντοι καὶ ἡσυχία παρὰ τοῦτο ἐν τῇ Ῥώμῃ ἐγένετο, ἀλλὰ πολλὰ καὶ δεινὰ συνηνέχθη, ὥσπερ που καὶ τὰ τέρατα προεδήλωσεν. ἐκείνῳ τε γὰρ τῷ ἔτει τελευτῶντι ἄλλα τέ τινα συνέβη, καὶ μέλισσαι ἐν τῷ Καπιτωλίῳ παρὰ τὸν Ἡρακλέα ἱδρύθησαν.
26.2
καὶ kai\ supplied by Reim. (ἐτύγχανε γὰρ ἱερὰ Ἴσιδι ἐνταῦθα τότε γιγνόμενἀ ἔδοξε γνώμῃ τῶν μάντεων πάντα αὖθις τά τε ἐκείνης καὶ τὰ τοῦ Σαράπιδος τεμενίσματα κατασκάψαι· γενομένου δὲ τούτου καὶ Ἐνυεῖόν τι *)enuei=o/n ti R. Steph., e)nuio/nti L. λαθόν σφας προσκαθῃρέθη, καὶ ἐν αὐτῷ κεράμια ἀνθρωπείων σαρκῶν μεστὰ
26.3
εὑρέθη. τῷ τε ἐχομένῳ σεισμός τε ἰσχυρὸς ἐγένετο καὶ βύας ὤφθη, κεραυνοί τε ἔς τε τὸ Καπιτώλιον καὶ ἐς τὸν τῆς Τύχης τῆς δημοσίας καλουμένης ναὸν ἔς τε τοὺς τοῦ Καίσαρος κήπους κατέσκηψαν, κἀνταῦθα ἵππος τις τῶν οὐκ ἠμελημένων
26.4
ἀπέθανεν ὑπʼ αὐτῶν, καὶ τὸ Τυχαῖον αὐτόματον ἀνεῴχθη. πρὸς δὲ τούτοις αἷμά τε ἐξ ἐργαστηρίου σιτοποιοῦ προχυθὲν ἀφίκετο πρὸς νεὼν ἕτερον Τύχης, ἣν ἐκ τοῦ πάντα τά τε ἐν τοῖς ὀφθαλμοῖς καὶ τὰ κατόπιν καὶ ἐφορᾶν καὶ ἐκλογίζεσθαι χρῆναί τινα, μηδὲ ἐπιλανθάνεσθαι ἐξ οἵων οἷος ἐγένετο, καὶ ἱδρύσαντο καὶ ἐπεκάλεσαν τρόπον τινὰ οὐκ εὐαφήγητον Ἕλλησι·