Thesauros Literature History Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) Cassius Dio Cocceianus

Book 42

28.2 παντάπασι καταψευδόμενοι. ὅθεν οἱ λοιποὶ καὶ κατὰ τοῦτο οὐχ ἥκιστα ἐκακοπάθουν, ὅτι μήτε προσολοφύρασθαι μήτʼ ἐπικοινῶσαι ἔχοντες οὐδʼ ou)d' Pflugk, ou)/t' L. ἀπαλλαγῆναί ποτε αὐτοῦ ἐδύναντο. ἡ μὲν γὰρ πρὸς τοὺς ὁμοπαθεῖς συνουσία ἔφερέ τινα αὐτοῖς
28.3 κούφισιν, καί τις ἀσφαλῶς ἐκλαλήσας τέ τι καὶ ἀντακούσας οἷα ἔπασχον ῥᾴων ἐγίγνετο· ἡ δὲ δὴ πρὸς τοὺς οὐχ ὁμοήθεις ἀπιστία καθείργνυ τε ἐν ταῖς ψυχαῖς αὐτῶν τὴν ἀνίαν καὶ ἐπὶ πλεῖον αὐτὰς ἐξέκαε, μήτʼ ἀποφυγὴν mh/t' a)pofugh\n Cary, mhtaporahn L. μήτʼ ἀνάπαυσίν τινα
28.4 λαμβανούσας. πρὸς γὰρ τῷ κατεχόμενα ἔνδον τὰ παθήματά σφας τηρεῖν, καὶ εὐλογεῖν αὐτὰ καὶ θαυμάζειν, ἑορτάζειν τε καὶ βουθυτεῖν εὐθυμεῖσθαί τε ἐπʼ αὐτοῖς ἠναγκάζοντο.
29.1 οὕτω μὲν οἱ Ῥωμαῖοι οἱ ἐν τῇ πόλει τότε ὄντες διετίθεντο· ὥσπερ δὲ οὐκ ἀποχρῶν αὐτοῖς ὑπὸ τοῦ Ἀντωνίου κακοῦσθαι, Λούκιός τέ τις Τρεβέλλιος καὶ Πούπλιος Κορνήλιος Δολοβέλλας δήμαρχοι ἐστασίασαν. οὗτος μὲν γὰρ τοῖς ὀφείλουσιν, ἐξ ὧν καὶ αὐτὸς ἦν, διὸ dio\ Rk., kai\ dio\ L καὶ ἐκ τῶν εὐπατριδῶν ἐς τὸ πλῆθος ἐπὶ τῇ δημαρχίᾳ
29.2 μετέστη, συνηγωνίζετο· ἐκεῖνος δὲ ἔλεγε μὲν τῶν ἀμεινόνων προΐστασθαι, proi+/stasqai H. Steph., prosi/stasqai L. ἐκ δὲ δὴ τοῦ ὁμοίου αὐτῷ καὶ γράμματα ἐξετίθει καὶ σφαγαῖς ἐχρῆτο. e)xrh=to R. Steph., e)xra=to L. ταραχή τε οὖν καὶ ἐκ τούτων πολλὴ ἐγίγνετο, καὶ ὅπλα πολλὰ καὶ πανταχοῦ ἑωρᾶτο, καίτοι τῶν τε βουλευτῶν ἀπαγορευσάντων μηδὲν πρὸ τῆς τοῦ Καίσαρος ἀφίξεως καινοτομηθῆναι, καὶ τοῦ Ἀντωνίου μηδένα ἐν τῷ ἄστει ἰδιώτην ὁπλοφορεῖν.
29.3 καὶ οὐ γὰρ ἐσήκουον, ἀλλὰ πάντα δὴ πάντως καὶ ἐπʼ ἀλλήλοις καὶ ἐπʼ ἐκείνοις ἐποίουν, τρίτη στάσις τοῦ τε Ἀντωνίου καὶ τῆς γερουσίας ἐγένετο· ἵνα γὰρ καὶ παρʼ αὐτῆς τά τε ὅπλα καὶ τὴν ἐξουσίαν τὴν ἀπʼ a)p' Rk., e)p' L. αὐτῶν, ᾗ φθάσας ἐχρῆτο, προστεθεῖσθαι νομισθείη, στρατιώτας τε ἐντὸς τοῦ τείχους τρέφειν καὶ τὴν πόλιν διὰ φυλακῆς μετὰ τῶν ἄλλων

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme