Book 42
29.4
δημάρχων ποιεῖσθαι ἔλαβε. κἀκ τούτου Ἀντώνιος μὲν ἐν νόμῳ δή τινι πάνθʼ ὅσα ἐπεθύμει ἔδρα, Δολοβέλλας δὲ καὶ Τρεβέλλιος ὄνομα μὲν βιαίου πράξεως εἶχον, ἀντηγωνίζοντο δὲ ὑπό τε τῆς θρασύτητος καὶ ὑπὸ τῆς παρασκευῆς καὶ ἀλλήλοις καὶ ἐκείνῳ, ὥσπερ τινὰ καὶ αὐτοὶ ἡγεμονίαν παρὰ τῆς βουλῆς εἰληφότες.
30.1
κἀν τούτῳ Ἀντώνιος πυθόμενος τὰ στρατόπεδα, ἃ μετὰ τὴν μάχην ὁ Καῖσαρ ἐς τὴν Ἰταλίαν ὡς καὶ ἐφεψόμενός σφισι προέπεμψε, proe/pemye R. Steph., prose/pemye L. μηδὲν ὑγιὲς δρᾶν, καὶ φοβηθεὶς μή τι νεωτερίσωσι, τὸ μὲν ἄστυ τῷ Καίσαρι τῷ Λουκίῳ ἐπέτρεψε, πολίαρχον αὐτὸν ἀποδείξας, ὃ μηπώποτε πρὸς ἱππάρχου ἐγεγόνει, αὐτὸς δὲ πρὸς τοὺς στρατιώτας
30.2
ἐξώρμησεν. οἱ οὖν δήμαρχοι οἱ ἀντιστασιάζοντές σφισι τοῦ τε Λουκίου διὰ τὸ γῆρας κατεφρόνησαν, καὶ πολλὰ καὶ δεινά, μέχρις οὗ τὸν Καίσαρα τά τε ἐν τῇ Αἰγύπτῳ διῳκηκότα καὶ ἐς τὴν Ῥώμην ὡρμηκότα ἐπύθοντο, καὶ ἑαυτοὺς καὶ τοὺς ἄλλους
30.3
ἐξειργάσαντο. ὡς γὰρ οὐκέτʼ αὐτοῦ ἐπανήξοντος, ἀλλʼ ἐκεῖ που πρὸς τῶν Αἰγυπτίων, ὥσπερ που ἤκουον, ἀπολουμένου, διεφέροντο. τότε δὲ χρόνον μέν τινα ἐμετρίασαν, ἐπεὶ δὲ ἐπὶ τὸν Φαρνάκην ἐκεῖνος πρότερον ἐπεστράτευσεν, ἐστασίασαν αὖθις.
31.1
ὁ οὖν Ἀντώνιος μήτε ἐπισχεῖν αὐτοὺς δυνάμενος, καὶ τῷ πλήθει διὰ τὴν πρὸς τὸν Δολοβέλλαν ἐναντίωσιν προσκρούων, τὰ μὲν πρῶτα τούτῳ προσέθετο, καὶ τὸν Τρεβέλλιον ἄλλα τε ἐπῃτιᾶτο καὶ ὅτι τοὺς στρατιώτας σφετερίζοιτο·
31.2
ἔπειτα δὲ αἰσθόμενος τὸν ὅμιλον ἑαυτοῦ μὲν μηδὲν προτιμῶντα τῷ δὲ Δολοβέλλᾳ μόνῳ προσκείμενον, ἠχθέσθη καὶ μετεβάλετο, meteba/leto Bk., meteba/lleto L. ἄλλως τε καὶ ὅτι τῆς μὲν παρὰ τοῦ πλήθους χάριτος οὐκ ou)k supplied by Reim. ἐκοινώνει οἱ, τῆς δὲ παρὰ τῶν βουλευτῶν