Book 42
1.3
οὔκουν ou)/koun Bk., ou)kou=n L. οὐδὲ τὸ στρατόπεδον ἐν ἐπιτηδείῳ ἐποιήσατο, οὐδʼ ἀναφυγὴν οὐδεμίαν ἡττηθέντι οἱ παρεσκεύασε· τρῖψαί τε δυνηθεὶς ἂν τὰ πράγματα, κἀκ τούτου ἀμαχεὶ κρατῆσαι (στρατός τε γὰρ καθʼ ἑκάστην ἡμέραν αὐτῷ προσεγίγνετο, καὶ τὰ ἐπιτήδεια ἄφθονα ἅτε ἔν τε φιλίᾳ τῇ πλείστῃ χώρᾳ ὢν καὶ ναυκρατῶν εἶχενʼ, ὅμως, εἴτε ἐθελοντὴς ὡς καὶ πάντως νικήσων, εἴτε καὶ ὑπὸ
1.4
τῶν συνόντων ἐκβιασθείς, συνέβαλε. καὶ διὰ ταῦτʼ, ἐπειδὴ τάχιστα ἐνικήθη, δεινῶς ἐξεπλάγη καὶ οὔτε τι ou)/te ti Xiph., ou)/ti e)/ti L. βούλευμα καίριον οὔτʼ ἐλπίδα βεβαίαν ἐς τὸ ἀνακινδυνεῦσαι ἔσχεν. ὅταν γάρ τι ἀπροσδοκήτως τέ τινι καὶ μετὰ πλείστου παραλόγου προσπέσῃ, τό τε φρόνημα αὐτοῦ ταπεινοῖ καὶ τὸ λογιζόμενον ἐκπλήσσει, ὥστʼ αὐτὸν κάκιστόν τε καὶ ἀσθενέστατον τῶν
1.5
πρακτέων κριτὴν γενέσθαι· οὐ γὰρ ἐθέλουσιν οἱ λογισμοὶ τοῖς φόβοις συνεῖναι, ἀλλὰ ἂν μὲν προκατάσχωσί τινα, καὶ μάλα γενναίως αὐτοὺς ἀπωθοῦνται, ἂν δʼ ὑστερήσωσιν, ἡττῶνται.
2.1
διὰ μὲν δὴ ταῦτα καὶ ὁ Πομπήιος, ὡς οὐδὲν αὐτῶν προενόησε, καὶ γυμνὸς καὶ ἄφρακτος εὑρέθη, τάχʼ ἂν μὴ χαλεπῶς, εἴπερ τι προεώρατο, proew/rato Bk., proewra=to L. πάντα διὰ ταχέων ἀνακτησάμενος. τῶν τε γὰρ μεμαχημένων συχνοὶ περιεγεγόνεσαν, καὶ ἑτέρας δυνάμεις οὐ σμικρὰς εἶχε· τό τε μέγιστον καὶ χρήματα πολλὰ ἐκέκτητο καὶ τῆς θαλάσσης ἁπάσης ἐκράτει, αἵ τε πόλεις καὶ αἱ αὐτοῦ καὶ αἱ ἐν τῇ Ἀσίᾳ καὶ δυστυχήσαντα αὐτὸν
2.2
ἠγάπων. νῦν δʼ ἐπειδήπερ ἐφʼ ᾧ μάλιστα ἐθάρσει κακῶς ἀπήλλαξεν, οὐδὲ ἐκείνων οὐδενὶ ὑπὸ τῆς αὐτίκα τοῦ φόβου προσβολῆς ἐχρήσατο, ἀλλὰ τό τε ἔρυμα εὐθὺς ἐξέλιπε καὶ πρὸς Λάρισσαν
2.3
μετʼ ὀλίγων ἔφυγε. καὶ ἐς μὲν τὴν πόλιν οὐκ ἐσῆλθε καίτοι τῶν Λαρισσαίων ἐσκαλούντων, φοβηθεὶς μή τινα αἰτίαν ἐκ τούτου ὄφλωσιν· ἀλλʼ ἐκείνους μὲν τῷ κρατοῦντι προσχωρῆσαι ἐκέλευσεν, αὐτὸς δὲ τά τε ἐπιτήδεια λαβὼν καὶ ἐπὶ τὴν θάλασσαν καταβὰς ἐς Λέσβον ὁλκάδι o(lka/di R. Steph., o(lka/da L. πρός τε τὴν γυναῖκα τὴν Κορνηλίαν καὶ πρὸς τὸν υἱὸν