Book 42
36.1
τότε μὲν οὕτως ἐπαύσαντο, αὖθις δὲ οὐ πολλῷ ὕστερον ἐκινήθησαν ὥστε καὶ πολεμῆσαι. ὁ γὰρ Ποθεινὸς ὁ τὴν διοίκησιν τῶν τοῦ Πτολεμαίου χρημάτων προστεταγμένος (εὐνοῦχος δὲ ἦν καὶ τοὺς Αἰγυπτίους ἐν τοῖς μάλιστα
36.2
συνετεταράχεἰ, δείσας μὴ καὶ δίκην ποτὲ ἐπὶ τούτῳ δῷ, πέμπει κρύφα πρὸς τὸν Ἀχιλλᾶν περὶ τὸ Πηλούσιον ἔτι καὶ τότε ὄντα, καὶ αὐτὸν ἐκφοβήσας τε ἅμα καὶ ἐπελπίσας προσηταιρἵ??ʼ σατο, καὶ μετὰ τοῦτο καὶ τοὺς ἄλλους τοὺς
36.3
τὰ ὅπλα ἔχοντας ᾠκειώσατο. πᾶσί τε γὰρ ὁμοίως δεινὸν ἐδόκει εἶναι ὑπὸ γυναικὸς ἄρχεσθαι, ὑποψίᾳ τοῦ τὸν Καίσαρα τότε μὲν ἐπὶ τῇ καταστάσει σφῶν ἀμφοτέροις δῆθεν αὐτοῖς τὴν βασιλείαν δεδωκέναι, προϊόντος δὲ δὴ τοῦ χρόνου
36.4
μόνῃ τῇ Κλεοπάτρᾳ αὐτὴν προσθήσειν· καὶ ἀντίπαλοι τῷ τότε παρόντι αὐτοῦ στρατῷ ἐνόμιζον εἶναι. καὶ οἱ μὲν ἐπὶ τὴν Ἀλεξάνδρειαν
37.1
εὐθὺς ἄραντες ἤλασαν· h)/lasan Wakefield, h)/munon L. πυθόμενος δὲ τοῦτο ὁ Καῖσαρ, καὶ καταδείσας τό τε πλῆθος αὐτῶν καὶ τὰς τόλμας, ἔπεμψέ τινας πρὸς τὸν Ἀχιλλᾶν, οὔτι γε τῷ αὑτοῦ ἀλλὰ τῷ τοῦ Πτολεμαίου ὀνόματι, κελεύοντος αὐτῷ τὴν ἡσυχίαν ἄγειν. καὶ ὃς συνιεὶς ὅτι οὐ τοῦ παιδὸς ἀλλʼ ἐκείνου ἡ πρόσταξις ἦν, οὐχ ὅπως οὐκ
37.2
ἐπήκουσεν αὐτοῦ, ἀλλὰ καὶ προσκαταφρονήσας ὡς καὶ φοβουμένου τούς τε στρατιώτας συνήγαγε, καὶ πολλὰ μὲν ὑπὲρ τοῦ Πτολεμαίου πολλὰ δὲ καὶ κατὰ τοῦ Καίσαρος τῆς τε Κλεοπάτρας εἰπών, τέλος καὶ ἐπὶ τοὺς πεμφθέντας καίπερ Αἰγυπτίους ὄντας παρώξυνεν αὐτούς, ὅπως τοῦ τε φόνου σφῶν ἀναπλησθῶσι καὶ ἐς ἀνάγκην
37.3
ἀσπείστου πολέμου καταστῶσι. μαθὼν οὖν ταῦτα ὁ Καῖσαρ τούς τε ἐκ τῆς Συρίας στρατιώτας μετεπέμψατο, καὶ τὰ βασίλεια τά τε ἄλλα τὰ πλησίον αὐτῶν οἰκοδομήματα διετάφρευσε
38.1
καὶ ἀπετείχισε μέχρι τῆς θαλάσσης. κἀν τούτῳ καὶ ὁ Ἀχιλλᾶς μετά τε τῶν Ῥωμαίων καὶ μετὰ τῶν ἄλλων τῶν ὑπὸ τοῦ Γαβινίου σὺν τῷ Σεπτιμίῳ πρὸς τὴν τοῦ Πτολεμαίου φρουρὰν καταλειφθέντων ἐπελθών (ἐκ γὰρ δὴ τῆς ἐκεῖ διατριβῆς καὶ τοὺς τρόπους ἐς τὸ ἐπιχώριον μετεβεβλήκεσανʼ τῶν τε Ἀλεξανδρέων τὸ πλεῖστον εὐθὺς προσεποιήσατο καὶ τὰ ἐπικαιρότατα