Thesauros Literature History Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) Cassius Dio Cocceianus

Book 42

38.2 ἐκρατύνατο. κἀκ τούτου πολλαὶ μὲν μάχαι καὶ μεθʼ ἡμέραν καὶ νύκτωρ αὐτοῖς ἐγίγνοντο, πολλὰ δὲ καὶ κατεπίμπρατο, katepi/mprato St., katepi/mpranto L. ὥστε ἄλλα τε καὶ τὸ νεώριον τάς τε ἀποθήκας καὶ τοῦ σίτου καὶ τῶν βίβλων, πλείστων δὴ καὶ ἀρίστων, ὥς φασι, γενομένων, καυθῆναι. ἐκράτει δὲ τῆς μὲν ἠπείρου ὁ Ἀχιλλᾶς, χωρὶς ὧν ὁ Καῖσαρ ἐνετετείχιστο, τῆς δὲ δὴ θαλάσσης ἐκεῖνος, ἄνευ
38.3 τοῦ λιμένος. καὶ ναυμαχίᾳ τε ἐνίκησε, καὶ ἐπειδὴ διὰ τοῦτο φοβηθέντες οἱ Αἰγύπτιοι μὴ ἐς τὸν λιμένα σφῶν ἐπεσπλεύσῃ, τὸ στόμα αὐτοῦ πλὴν βραχέος ἔχωσαν, καὶ ἐκεῖνο προσαπέφραξεν, ὁλκάδας λίθων πλήρεις καταποντώσας, katapontw/sas Bk., proskatapontw/sas L. ὥστʼ αὐτοὺς μηδʼ εἰ πάνυ τι βούλοιντο
38.4 ἐκπλεῦσαι, δυνηθῆναί ποι ἀπᾶραι. ποιήσας δὲ τοῦτο ῥᾷον τὰ ἐπιτήδεια τά τε ἄλλα καὶ ὕδωρ ἐπήγετο· τὴν γὰρ αὐτόθεν ὑδρείαν ὁ Ἀχιλλᾶς σφας ἀφῄρητο, a)fh/|rhto R. Steph., a)fhi/reto L. τοὺς ὀχετοὺς διακόψας.
39.1 τούτων δὲ οὕτω πραττομένων Γανυμήδης τις εὐνοῦχος τὴν Ἀρσινόην οὐ πάνυ φρουρουμένην ἐς τοὺς Αἰγυπτίους ὑπεξήγαγε· καὶ ταύτην ἐκεῖνοι βασιλίδα ἀποδείξαντες προθυμότερον τοῦ πολέμου, ὡς καὶ προστάτιν τινὰ ἐκ τοῦ τῶν Πτολεμαίων
39.2 γένους ἔχοντες, ἀντελάβοντο. ὁ οὖν Καῖσαρ φοβηθεὶς μὴ καὶ ὁ Ποθεινὸς τὸν Πτολεμαῖον ἐκκλέψῃ, τὸν μὲν ἀπέκτεινε, τὸν δὲ οὐκέτʼ ἐπικρυπτόμενος ἀκριβῶς ἐφρούρει. παροξυνθέντων δὲ καὶ ἐπὶ τούτοις τῶν Αἰγυπτίων, καὶ ἐκείνοις μὲν πλειόνων ἀεὶ προσγιγνομένων, τοῖς δὲ δὴ Ῥωμαίοις μηδέπω τῶν στρατιωτῶν ἐκ τῆς Συρίας παρόντων, ἐς φιλίαν αὐτοὺς
39.3 ὑπαγαγέσθαι ἠθέλησε, καὶ τὸν Πτολεμαῖον ἀναβιβάσας που, ὅθεν ἐξακουσθήσεσθαι ἔμελλεν, εἰπεῖν σφισιν ἐκέλευσεν ὅτι οὔτε τι κακὸν ἔχοι οὔτε πολεμεῖν δέοιτο· πρός τε τὰς σπονδὰς αὐτοὺς παρεκάλει, καὶ προσυπισχνεῖτο διαπράξειν
39.4 αὐτάς. καὶ εἴγε ἑκὼν ταῦτα οὕτω διείλεκτο, ἔπεισεν ἄν σφας καταλύσασθαι· νῦν δʼ ὑποτοπήσαντες αὐτὰ ὑπὸ τοῦ Καίσαρος κατεσκευάσθαι οὐκ ἐνέδοσαν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme