Book 42
42.4
οὔτε ou)/te Bk., ou)de\ L. γὰρ ἐν ἐκείνῳ τι ἰσχυρὸν ἔκ τε τῆς ἡλικίας καὶ ἐκ τῆς ἀπαιδευσίας ἐνεώρα ὄν, καὶ τοὺς Αἰγυπτίους ἤτοι συναλλαγήσεσθαί οἱ ἐφʼ οἷς ἐβούλετο ἢ δικαιότερον καὶ καταπολεμηθήσεσθαι καὶ καταστραφήσεσθαι ἤλπισεν, ὥστε ἀπʼ εὐλόγου δή τινος προφάσεως τῇ Κλεοπάτρᾳ παραδοθῆναι·
42.5
οὐ γάρ που καὶ ἡττηθήσεσθαί ποτε ὑπʼ αὐτῶν, ἄλλως τε καὶ τῆς δυνάμεώς οἱ προσγεγενημένης,
43.1
προσεδόκησε. παραλαβόντες δὲ τὸ παιδάριον οἱ Αἰγύπτιοι τῶν μὲν σπονδῶν οὐδὲν ἐφρόντισαν, ἐπὶ δὲ τὸν Μιθριδάτην παραχρῆμα ὥρμησαν ὡς δὴ καὶ μέγα dh\ kai\ me/ga Bk., kai\ dh\ me/ga L. τι ἔν τε τῷ ὀνόματι καὶ ἐν τῷ γένει τῷ τοῦ Πτολεμαίου κατορθώσοντες· καὶ αὐτὸν πρὸς τῇ λίμνῃ ἐν μέσῳ τοῦ τε ποταμοῦ καὶ τῶν
43.2
ἑλῶν ἀπολαβόντες ἐθορύβουν. ὁ οὖν Καῖσαρ ἐκείνους μὲν οὐκ ἐπεδίωξεν, δεδιὼς μὴ λοχισθείη· ἀναχθεὶς δὲ νυκτὸς ὡς πρὸς ἐκβολήν τινα τοῦ Νείλου ἐπειγόμενος, καὶ φῶς, ὅπως ἐπὶ πλεῖστον ταύτῃ προϊέναι νομισθῇ, πάμπολυ καθʼ ἑκάστην ναῦν ἀνάψας, τὸ μὲν πρῶτον ἐπιπλεῖν ὥρμητο,
43.3
ἔπειτα δὲ ἀποσβέσας αὐτὸ ἀνεκομίσθη, καὶ παραπλεύσας τὴν πόλιν πρός τε τὴν χερρόνησον τὴν πρὸς τῇ Λιβύῃ οὖσαν κατῆρε, κἀνταῦθα τοὺς στρατιώτας ἐκβιβάσας περιῆλθέ τε τὴν λίμνην, καὶ τοῖς Αἰγυπτίοις ἀπροσδόκητος ὑπὸ u(po\ Reim., e)pi\ L. τὴν ἕω πῥ??ʼπεσὼν εὐθύς τε αὐτοὺς κατέπληξεν ὥστε
43.4
καὶ ἐπικηρυκεύσασθαι, καὶ μετὰ τοῦτο (τὴν γὰρ ἱκετείαν αὐτῶν οὐκ ἐδέξατὀ μάχῃ τε ὀξείᾳ κατεκράτησε καὶ παμπληθεῖς ἐφόνευσε· καί τινες καὶ ἐν τῷ ποταμῷ μετὰ τοῦ Πτολεμαίου, σπουδῇ διʼ αὐτοῦ φυγόντες, ἐφθάρησαν.
44.1
οὕτω μὲν τὴν Αἴγυπτον ὁ Καῖσαρ ἐχειρώσατο, οὐ μέντοι καὶ ὑπήκοον αὐτὴν τῶν Ῥωμαίων ἐποιήσατο, ἀλλὰ τῇ Κλεοπάτρᾳ, ἧσπερ ἕνεκα καὶ
44.2
ἐπεπολεμήκει, ἐχαρίσατο. φοβηθεὶς μέντοι μὴ οἱ Αἰγύπτιοι νεωτερίσωσιν αὖθις γυναικὶ ἄρχειν παραδοθέντες, καὶ οἱ Ῥωμαῖοι διά τε τοῦτο καὶ ὅτι καὶ συνῆν αὐτῷ χαλεπήνωσι, τῷ τε ἑτέρῳ ἀδελφῷ συνοικῆσαι δῆθεν αὐτὴν ἐκέλευσε, καὶ τὴν βασιλείαν ἀμφοτέροις σφίσιν, ὥς γε καὶ λόγῳ