Thesauros Literature History Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) Cassius Dio Cocceianus

Book 42

2.4 τὸν Σέξτον Here and in the majority of instances elseshere the Mss. read se/cston, but Xiph. and Zon. usually have se/cton. ἔπλευσε. καὶ αὐτοὺς παραλαβὼν καὶ μηδὲ ἐς τὴν Μυτιλήνην *mutilh/nhn Dind., mitulh/nhn L. ἐσελθὼν ἐς Αἴγυπτον ἀπῆρε, συμμαχίαν παρὰ τοῦ Πτολεμαίου τοῦ βασιλεύοντος αὐτῆς σχήσειν ἐλπίσας· τοῦ τε γὰρ Πτολεμαίου τοῦ διὰ τοῦ Γαβινίου τὴν βασιλείαν παρʼ αὐτοῦ ἀπολαβόντος υἱὸς ἦν, καὶ διὰ τοῦτο καὶ τὸ ναυτικὸν ἐς ἐπικουρίαν οἱ ἐπεπόμφει.
2.5 ἤκουσα μὲν γὰρ ὅτι καὶ ἐς Πάρθους φυγεῖν ἐβουλεύσατο, οὐ μέντοι καὶ πιστεύειν ἔχω. ἐκεῖνοί τε γὰρ τούς τε Ῥωμαίους πάντας, ἀφʼ οὗ σφισιν ὁ Κράσσος ἐπεστράτευσε, καὶ τὸν Πομπήιον μάλιστα ἅτε καὶ προσήκοντα αὐτῷ, οὕτως ἐμίσουν ὥστε καὶ τὸν πρεσβευτὴν αὐτοῦ πρὸς τὴν αἴτησιν τῆς βοηθείας ἐλθόντα δῆσαι
2.6 καίπερ βουλευτὴν ὄντα· καὶ ὁ Πομπήιος οὐκ ἄν ποτε τοῦ πολεμιωτάτου, οὗ γε ou(= ge Rk., ou)/te L. εὖ πράττων οὐκ ἐτετυχήκει, ἱκέτης ὑπέμεινε δυστυχήσας γενέσθαι.
3.1 Ἀλλʼ ἐς τὴν Αἴγυπτον διʼ ἅπερ εἶπον ὥρμησε, καὶ παρὰ τὴν ἤπειρον μέχρι Κιλικίας κομισθεὶς ἐκεῖθεν πρὸς τὸ Πηλούσιον ἐπεραιώθη, ὅπου ὁ Πτολεμαῖος Κλεοπάτρᾳ τῇ th=| supplied by R. Steph. ἀδελφῇ πολεμῶν
3.2 ἐστρατοπεδεύετο. τάς τε ναῦς ἀνοκωχεύσας a)nokwxeu/sas Dind., a)nakwxeu/sas L. ἔπεμψέ τινας, τῆς τε πατρῴας αὐτὸν εὐεργεσίας ἀναμιμνήσκων καὶ δεόμενος ἐπὶ ῥητοῖς τέ τισι καὶ βεβαίοις καταχθῆναι· ἐκβῆναι γὰρ πρὶν
3.3 ἀσφάλειάν τινα λαβεῖν οὐκ ἐθάρσησε. καὶ αὐτῷ ὁ μὲν Πτολεμαῖος οὐδέν (παῖς γὰρ ἔτι κομιδῇ ἦνʼ ἀπεκρίνατο, τῶν δὲ δὴ Αἰγυπτίων τινὲς καὶ Λούκιος Σεπτίμιος ἀνὴρ Ῥωμαῖος, συνεστρατευκὼς μέν ποτε τῷ Πομπηίῳ, συγγεγονὼς δὲ τῷ Γαβινίῳ καὶ πρὸς ἐκείνου τῷ Πτολεμαίῳ μετὰ στρατιωτῶν
3.4 ἐς φυλακὴν αὐτοῦ καταλελειμμένος, ἦλθον μὲν ὡς φίλοι, ἐπεβούλευσαν δὲ ἀνοσίως, καὶ ἐκ τούτου προστρόπαιον καὶ ἑαυτοῖς καὶ τῇ Αἰγύπτῳ πάσῃ προσέθεντο· αὐτοί τε γὰρ οὐκ ἐς μακρὰν ἀπώλοντο, καὶ οἱ Αἰγύπτιοι τὸ μὲν πρῶτον τῇ Κλεοπάτρᾳ δουλεύειν, ὅπερ ἥκιστα ἐβούλοντο, e)bou/lonto R. Steph., h)bou/lonto L. παρεδόθησαν, ἔπειτα δὲ καὶ ἐς τὸ τῶν Ῥωμαίων ὑπήκοον ἐσεγράφησαν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme