Thesauros Literature History Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) Cassius Dio Cocceianus

Book 42

51.1 ἀλλὰ τούτους μὲν ἐν e)n supplied by Leuncl. οὐδενὶ λόγῳ ἐποιεῖτο. καίτοι καὶ ἐκείνους τρόπον τινὰ ὡς ἑκάστους ἐθεράπευσε. τοῖς τε γὰρ πολλοῖς ἐχαρίσατο τόν τε τόκον τὸν ἐποφειλόμενόν σφισιν ἐξ οὗ πρὸς τὸν Πομπήιον ἐξεπολεμώθη πάντα, καὶ τὸ ἐνοίκιον ὅσον ἐς πεντακοσίας δραχμὰς ἦν ἐνιαυτοῦ ἑνὸς
51.2 ἀφείς, καὶ προσέτι καὶ τὰς τιμήσεις τῶν κτημάτων, ἐν οἷς τὴν ἀπόδοσιν τῶν δανεισμάτων κατὰ τοὺς νόμους γίγνεσθαι ἔδει, πρὸς τὴν ἐν τῷ χρόνῳ ἀξίαν ἐπαναγαγών, ἐπειδὴ e)peidh\ Bk., e)pi\ de\ L. τῷ πλήθει τῶν δεδημοσιωμένων
51.3 πολὺ πάντα ἐπευώνιστο. τούτους τε οὖν ταῦτα πράξας ἀνηρτήσατο, καὶ τῶν προσεταιριστῶν τῶν τε συναγωνιστῶν τοὺς μὲν βουλευτὰς ἱερωσύναις τε καὶ ἀρχαῖς ταῖς τε ἐς τὸν λοιπὸν τοῦ ἔτους ἐκείνου χρόνον καὶ ταῖς ἐς νέωτα ne/wta R. Steph., new/tata L. (ἵνα γὰρ πλείους αὐτῶν ἀμείψηται, στρατηγούς τε δέκα ἐς τὸ ἐπιὸν ἔτος ἀπέδειξε a)pe/deice R. Steph., a)podei=cai L.
51.4 καὶ ἱερέας ὑπὲρ τὸ νενομισμένον· τοῖς τε γὰρ ποντίφιξι καὶ τοῖς οἰωνισταῖς, ὧν καὶ αὐτὸς ἦν, τοῖς τε πεντεκαίδεκα καλουμένοις ἕνα ἑκάστοις προσένειμε, καίπερ αὐτὸς βουληθεὶς πάσας τὰς
51.5 ἱερωσύνας λαβεῖν ὥσπερ ἐψήφιστὀ, τοὺς δὲ ἱππέας τοῦ τέλους τούς τε ἑκατοντάρχους καὶ τοὺς ὑπομείονας ἄλλοις τέ τισι καὶ τῷ καὶ ἐς τὸ συνέδριόν τινας ἀπʼ αὐτῶν ἀντὶ τῶν ἀπολωλότων καταλέξαι.
52.1 τὰ δὲ δὴ στρατόπεδα οὐχ ἡσυχῇ αὐτὸν ἐτάραξε· πολλὰ γὰρ λήψεσθαι ἐλπίσαντες, καὶ εὑρόμενοι τῆς μὲν ἀξίας οὐκ ἐλάττω τῆς δὲ προσδοκίας καταδεέστερα, ἐθορύβησαν. ἐν Καμπανίᾳ δὲ οἱ πλείους αὐτῶν, ὡς καὶ ἐς τὴν Ἀφρικὴν προπλευσόμενοι,
52.2 ἦσαν. οὗτοι οὖν τόν τε ou)=n to/n te Bk., te ou)=n to\n L. Σαλούστιον παρʼ ὀλίγον ἀπέκτειναν (στρατηγὸς γὰρ ἐπὶ τῷ τὴν βουλείαν boulei/an Bs., boulh\n L. ἀναλαβεῖν ἀπεδέδεικτὀ, καὶ ἐπειδὴ καὶ ἐκεῖνος διαφυγὼν αὐτοὺς ἐς τὴν Ῥώμην πρὸς τὸν Καίσαρα ὥρμησε, τὰ γιγνόμενά οἱ δηλώσων, ἐφέσποντό τε αὐτῷ συχνοὶ μηδενὸς φειδόμενοι, καὶ ἄλλους τε τῶν ἐντυχόντων σφίσι καὶ βουλευτὰς

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme