Book 42
53.5
ὑπέσχοντο. ὡς οὖν ἐνταῦθα ἦσαν, καί τις καὶ τῶν στρατιαρχῶν ἐν τοσούτῳ, ἢ καὶ ἀφʼ ἑαυτοῦ γνώμης ἢ h)\ supplied by Reim. χαριζόμενος τῷ Καίσαρι, διελέχθη τέ τινα ὑπὲρ αὐτῶν καὶ ἐδεήθη, “ἀφίημι μέν” ἔφη “καὶ ὑμᾶς τοὺς παρόντας καὶ τοὺς ἄλλους
53.6
πάντας, ὅσοις τὰ τῆς στρατείας ἔτη ἐξήκει· οὐδὲ γὰρ οὐδὲ δέομαί τι ὑμῶν· τὰ μέντοι γέρα καὶ ὣς ὑμῖν ἀποδώσω, ἵνα μήποτέ τις εἴπῃ ὅτι ἐγὼ χρησάμενος ὑμῖν ἐν τοῖς κινδύνοις ἔπειτα ἀχάριστος ἐγενόμην, εἰ καὶ τὰ μάλιστα καὶ τοῖς σώμασιν ἐρρωμένοι καὶ πάντα καὶ τὰ λοιπὰ προσδιαπολεμῆσαι δυνάμενοι οὐκ ἠθελήσατέ μοι συστρατεῦσαι.”
54.1
καὶ ὁ μὲν ταῦτά τε σοφιζόμενος εἶπε (πάνυ γὰρ αὐτῶν ἔχρῃζἐ καὶ χώραν ἔκ τε τῆς δημοσίας καὶ ἐκ τῆς ἑαυτοῦ δὴ πᾶσί σφισιν ἔνειμεν, ἄλλους ἄλλῃ, καὶ πάνυ πόρρω ἀπʼ ἀλλήλων, ἀπαρτήσας, ὥστε μήτε τοῖς ὁμοχώροις σφᾶς φοβεροὺς μήτʼ αὖ πρὸς νεωτερισμὸν ἑτοίμους, καθʼ ἕν που
54.2
συνοικοῦντας, γενέσθαι. τῶν τε ἐποφειλομένων σφίσι χρημάτων, ἃ πολλὰ καὶ καθʼ ἑκάστην ὡς εἰπεῖν πρᾶξιν ὑπέσχητο δώσειν, τὰ μὲν εὐθὺς ἀπαλλάξειν, τὰ δὲ οὐκ ἐς μακρὰν καὶ σὺν τόκῳ γε ge Bk., te L. διαλύσειν ἐπηγγείλατο. εἰπὼν δὲ ταῦτα, καὶ δουλωσάμενος αὐτοὺς ὥστε μήτε τι θρασύνεσθαι καὶ προσέτι καὶ χάριν εἰδέναι, προσεπεῖπεν
54.3
“ἀπέχετε μὲν παρʼ ἐμοῦ πάντα, καὶ οὐδένα ἔθʼ ὑμῶν ἀναγκάσω στρατεύσασθαι· εἰ μέντοι τις ἑκούσιος ἐθέλοι καὶ τὰ λοιπά μοι συγκατεργάσασθαι, ἡδέως αὐτὸν δέξομαι.” ἀκούσαντες δὲ τοῦτο ἐκεῖνοι ὑπερήσθησαν καὶ πάντες ὁμοίως
55.1
ἀναστρατεύσασθαι ἠθέλησαν. ὁ οὖν Καῖσαρ τοὺς ταραχώδεις αὐτῶν, οὐ πάντας ἀλλʼ ὅσοι μετρίως πως συνόντες suno/ntes Rk., o)/ntes L. γεωργίαις ζῆν ἐδύναντο, ἀπολέξας τοῖς λοιποῖς ἐχρήσατο. καὶ τοῦτο καὶ
55.2
ἐπὶ τῶν ἄλλων στρατιωτῶν ἐποίησεν· τοὺς γὰρ πάνυ τε θρασεῖς καὶ ἱκανοὺς μέγα τι κακὸν δρᾶσαι ἐκ μὲν τῆς Ἰταλίας ἐξήγαγεν, ὅπως μηδὲν ἐκεῖ καταλειφθέντες νεοχμώσωσιν, ἐν δὲ δὴ τῇ Ἀφρικῇ καὶ μάλα ἡδέως, ἄλλους κατʼ ἄλλην πρόφασιν, ἀνάλωσε· τούς τε γὰρ ἐναντίους ἅμα δι’ αὐτῶν κατειργάζετο καὶ ἐκείνων ἀπηλλάττετο.