Book 42
55.3
φιλανθρωπότατός τε te supplied by R. Steph. γὰρ ἀνδρῶν ὤν, καὶ πολλὰ κεχαρισμένα τοῖς τε ἄλλοις καὶ τοῖς στρατιώταις μάλιστα ποιῶν, δεινῶς τοὺς στασιάζοντάς σφων ἐμίσει καὶ ἰσχυρότατα αὐτοὺς ἐκόλαζε.
55.4
ταῦτά τε te supplied by Bk. ἐν ἐκείνῳ τῷ ἔτει, ἐν ᾧ δικτάτωρ μὲν ὄντως αὐτὸς τὸ δεύτερον ἦρξεν, ὕπατοι δὲ ἐπʼ ἐξόδῳ αὐτοῦ ἀποδειχθέντες ὅ τε Καλῆνος
56.1
καὶ ὁ Οὐατίνιος *ou)ati/nios R. Steph., ou)lti/nios L. ἐλέγοντο εἶναι, ἐποίησε, καὶ ἐς τὴν Ἀφρικὴν καίτοι τοῦ χειμῶνος ἐνεστηκότος ἐπεραιώθη. καὶ οὐκ ὀλίγα δὲ ἐκ τούτου, ἀνέλπιστος τοῖς ἐναντίοις προσπεσών, κατώρθωσε· πλεῖστον γὰρ παρὰ πάντα καὶ τῷ τάχει καὶ ταῖς ἐκ e)k supplied by Reim. τοῦ ἀπροσδοκήτου στρατείαις stratei/ais H. Steph., stratiai=s L. κατέπραττεν, ὥστʼ εἴ τις ἐκλογίζοιτο e)klogi/zoito R. Steph., e)klogi/soito L. ὅτῳ τοσοῦτον τῶν καθʼ ἑαυτὸν ἐν τοῖς πολεμίοις ὑπερήνεγκεν, οὐδὲν ἂν a)\n supplied by Bk. ἄλλο τούτου μᾶλλον ὂν
56.2
ἔμπροσθε παραβαλὼν parabalw\n R. Steph., paraba/llwn L. εὕροι. ἡ δὲ δὴ Ἀφρικὴ ἦν μὲν οὐδὲ ἐν τῷ πρόσθεν χρόνῳ φίλη τῷ Καίσαρι, μετὰ δὲ δὴ τὸν τοῦ Κουρίωνος θάνατον καὶ πάνυ ἐχθρὰ ἐγένετο. ὅ τε γὰρ Οὐᾶρος καὶ ὁ Ἰόβας τὰ πράγματα εἶχον, καὶ προσέτι καὶ ὁ Κάτων καὶ ὁ Σκιπίων οἵ τε ἄλλοι οἱ μετʼ αὐτῶν ὄντες ἐκεῖσε, ὥσπερ εἶπον, συγκατέφυγον,
56.3
κἀκ τούτου κοινωσάμενοι τὸν πόλεμον τά τε ἐν τῇ ἠπείρῳ ἐξηρτύσαντο καὶ τῇ τε Σικελίᾳ καὶ τῇ Σαρδοῖ ἐπίπλους ἐποιοῦντο, καὶ τάς τε πόλεις ἐλύπουν καὶ τὰ πλοῖα κατῆγον, καὶ ἀπʼ αὐτῶν καὶ ὅπλα τόν τε σίδηρον τὸν ἄλλον, οὗπέρ