Book 42
56.4
που καὶ μόνου ἔχρῃζον, ἐπόριζον, e)po/rizon supplied by Bs. τελευτῶντές τε ἐς τοῦτο καὶ τῆς παρασκευῆς καὶ τῆς διανοίας, οἷα μήτε στρατοῦ σφίσιν ἐναντιουμένου καὶ τοῦ Καίσαρος ἔν τε τῇ Αἰγύπτῳ καὶ ἐν τῷ ἄστει χρονίσαντος, ἀφίκοντο ὥστε καὶ ἐς τὴν Ἰβηρίαν τὸν Πομπήιον ἀποστεῖλαι. στασιάζειν τε γὰρ αὐτὴν πυνθανόμενοι, καὶ ἐκεῖνον ἑτοίμως ἅτε τοῦ Πομπηίου τοῦ Μάγνου παῖδα ὄντα δέξεσθαι de/cesqai Reim., de/casqai L. νομίσαντες, παρεσκευάζοντο ὁ μὲν ὡς τήν τε w(s th/n te Rk., w(/ste th\n L. Ἰβηρίαν διὰ βραχέων κατασχήσων καὶ πρὸς τὸ ἄστυ ἐκεῖθεν ὁρμήσων, οἱ δὲ ὡς τὸν πλοῦν
57.1
ἅμα τὸν ἐς τὴν Ἰταλίαν ποιησόμενοι. κατʼ ἀρχὰς μὲν γὰρ διατριβή τις αὐτοῖς ἐγένετο, τοῦ τε Οὐάρου τῷ tw=| Leuncl., tw=| te L. Σκιπίωνι τῆς ἡγεμονίας ἀμφισβητήσαντος, ἐπειδὴ αὐτὸς ἐκ πλείονος ἐν τοῖς ταύτῃ χωρίοις ἦρχε, καὶ τοῦ Ἰόβου τῇ νίκῃ ἐπαιρομένου καὶ
57.2
τὰ πρῶτα διʼ αὐτὴν ἀξιοῦντος φέρεσθαι· συμφρονήσαντες δὲ de\ Reim., ga\r L. ὅ τε Σκιπίων καὶ ὁ Κάτων, οἷα ὁ μὲν τῇ ἀξιώσει ὁ δὲ τῇ συνέσει πολὺ πάντων σφῶν προήκοντες, τούς τε ἄλλους προσεποιήσαντο καὶ ἐκείνους ἔπεισαν τῷ Σκιπίωνι πάντα ἐπιτρέψαι. ὁ γὰρ Κάτων δυνηθεὶς ἂν ἐξ ἴσου
57.3
αὐτῷ ἢ καὶ μόνος ἄρξαι οὐκ ἠθέλησε, τὸ μὲν ὅτι βλαβερώτατον τοῖς τοιούτοις ἡγεῖτο εἶναι, τὸ δὲ ὅτι τῷ πολιτικῷ ἀξιώματι ἠλαττοῦτο αὐτοῦ· πολὺ γὰρ ἄλλως τε καὶ ἐν τοῖς στρατιωτικοῖς ἑώρα δυνάμενον τὸ τὸν ἄρχοντα καὶ νόμῳ δή τινι τῶν ἄλλων προκεκρίσθαι, καὶ διὰ τοῦτο τῆς τε ἀρχῆς ἑκὼν αὐτῷ παρεχώρησε, καὶ προσέτι
57.4
καὶ τὰ στρατεύματα ἃ ἐπηγάγετο παρέδωκε. καὶ ὁ μὲν ἐκ τούτου τήν τε Οὐτικήν, ὑποπτευθεῖσαν τὰ τοῦ Καίσαρος φρονεῖν καὶ ὀλίγου καὶ ἀνάστατον ὑπὸ τῶν ἄλλων ἐπὶ τούτῳ γενομένην, ἐξαιτησάμενος ἐς φυλακὴν ὑπεδέξατο, καὶ τὴν χώραν τήν τε θάλασσαν τὴν ταύτῃ πᾶσαν φρουρεῖν ἐπετράπη· τῶν δὲ ἄλλων ὁ Σκιπίων αὐτοκράτωρ
57.5
ἦρχε. καὶ αὐτοῦ καὶ τὸ ὄνομα πολὺ πάντας τοὺς ὁμογνωμονοῦντάς οἱ ἐπερρώννυε, νομίζοντας οὐκ οἶδʼ ὅπως ἀλόγῳ τινὶ πίστει μηδένα ἂν Σκιπίωνα ἐν τῇ Ἀφρικῇ κακῶς πρᾶξαι.