Thesauros Literature History Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) Cassius Dio Cocceianus

Book 42

58.1 μαθὼν οὖν τοῦτο ὁ Καῖσαρ, καὶ ἰδὼν ὅτι καὶ οἱ μεθʼ ἑαυτοῦ στρατευόμενοι πεπεισμένοι τε αὐτὸ οὕτως ἔχειν εἰσὶ καὶ φοβοῦνται, προσπαρέλαβέ τινα ἔκ τε τοῦ γένους τοῦ τῶν Σκιπιώνων ὄντα καὶ τὴν προσηγορίαν ταύτην φέροντα
58.2 (ἐπεκαλεῖτο δὲ Σαλουτίων *salouti/wn Fabr., sala/ttwn L.ʼ,ʼ καὶ οὕτω τόν τε πλοῦν πρὸς Ἀδρύμητον ἐποιήσατο (τὰ γὰρ ἐν τῇ Οὐτικῇ ἰσχυρῶς ἐφρουρεῖτὀ, καὶ ἔλαθεν αὐτοὺς ἀνέλπιστος ὑπὸ τοῦ χειμῶνος περαιωθείς. ἐκβάντι δὲ αὐτῷ τῆς νεὼς συντυχία τοιάδε ἐγένετο, ὑφʼ ἧς εἰ καί τι φοβερὸν ὑπὸ τοῦ δαιμονίου σφίσιν ἐσημαίνετο, ἀλλὰ καὶ αὐτό
58.3 γε ἐκεῖνο ἐς ἀγαθὸν ἔτρεψεν· ἐπειδὴ γὰρ ἅμα τῷ τῆς γῆς ἐπιβῆναι προσέπταισε, καὶ αὐτὸν πεσόντα ἐπὶ στόμα οἱ στρατιῶται ἰδόντες ἠθύμησαν καὶ δυσανασχετήσαντες ἐθορύβησαν, οὐ διηπορήθη, ἀλλʼ ἐκτείνας τὼ χεῖρε tw\ xei=re v. Hers., th\n xei=ra L Xiph. Bekk. Aneed. τήν τε γῆν, ὡς καὶ ἑκὼν δὴ πεσών, περιέλαβε καὶ κατεφίλησε, καὶ ἀναβοήσας εἶπεν “ἔχω σε,
58.4 Ἀφρική.” ἐκ δὲ τούτου προσέβαλε μὲν τῷ Ἁδρυμήτῳ, ἀποκρουσθεὶς δὲ καὶ προσέτι καὶ ἐκ τοῦ στρατοπέδου βιαίως ἐκβληθεὶς μετέστη πρὸς πόλιν ἑτέραν Ῥούσπινα, καὶ δεχθεὶς ὑπʼ αὐτῶν χειμάδιόν τε ἐν αὐτῇ κατεσκευάσατο. καὶ ἐκεῖθεν ὁρμώμενος ἐπολέμει.
← Previous 37 / 37

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme