Thesauros Literature History Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) Cassius Dio Cocceianus

Book 42

8.3 πάντα πράξας καὶ τὸν πόλεμον τόνδε οὐκ ἐπʼ ἄλλο τι παρασκευάσας ἢ ἵνα ἀπολομένου αὐτοῦ πρωτεύσῃ, τότε τε ἐς τὴν Αἴγυπτον οὐ διʼ ἄλλο τι ἐπειχθεὶς ἢ ἵνα αὐτόν, εἰ περιείη, προσκατεργάσαιτο, ποθεῖν τε αὐτὸν ἐπλάττετο καὶ ἀγανακτεῖν τῷ ὀλέθρῳ αὐτοῦ ἐσκήπτετο.
9.1 καὶ ὁ μὲν μηδὲν ἔτι πολέμιον ὑπεξῃρημένου οἱ ἐκείνου καταλείπεσθαι katalei/pesqai St., katalipe/sqai L. νομίζων, ἐν τῇ Αἰγύπτῳ ἐνεχρόνισεν ἀργυρολογῶν καὶ τὰ τοῦ kai\ ta\ tou= R. Steph., kai\ kata\ tou= L. Πτολεμαίου καὶ τὰ τῆς Κλεοπάτρας διάφορα διακρίνων· πόλεμοι δὲ ἐν τούτῳ ἕτεροι αὐτῷ παρεσκευάσθησαν.
9.2 ἥ τε γὰρ Αἴγυπτος ἐνεόχμωσε, καὶ ὁ Φαρνάκης ἤρξατο μὲν εὐθύς, ἐπειδὴ πρῶτον τόν τε Πομπήιον καὶ τὸν Καίσαρα ἐκπεπολεμῶσθαι ἔμαθε, τῆς th=s Rk., th=s te L. πατρῴας ἀρχῆς ἀντιποιεῖσθαι (χρονιεῖν τε γὰρ αὐτοὺς ἐν τῇ στάσει καὶ τὰς δυνάμεις τῶν Ῥωμαίων αὐτὰς περὶ αὑταῖς ἀναλώσειν
9.3 ἤλπισενʼ, εἴχετο δὲ καὶ τότε τῶν προκειμένων, ὅτι τε ἅπαξ ἐκεκίνητο καὶ ὅτι πόρρω τὸν Καίσαρα ὄντα ἐπύθετο, καὶ πολλά γε χωρία προκατέλαβε. κἀν τούτῳ καὶ ὁ Κάτων καὶ ὁ Σκιπίων, οἵ τε ἄλλοι οἱ τὴν αὐτήν σφισι γνώμην ἔχοντες, καὶ ἐμφύλιον καὶ ὀθνεῖον ἐν τῇ Ἀφρικῇ πόλεμον ἤγειραν.
10.1 ἔσχε γὰρ οὕτως. ὁ Κάτων ἐν τῷ Δυρραχίῳ πρὸς τοῦ Πομπηίου τά τε ἐκ τῆς Ἰταλίας ἐπιτηρεῖν, ἄν τις διαβαίνῃ, καὶ τοὺς Παρθινοὺς κατείργειν, ἄν τι παρακινῶσι, καταλειφθεὶς τὸ
10.2 μὲν πρῶτον ἐκείνοις ἐπολέμει, ἡττηθέντος δὲ τοῦ Πομπηίου τὴν μὲν Ἤπειρον ἐξέλιπεν, ἐς δὲ Κέρκυραν μετὰ τῶν ὁμογνωμονούντων οἱ κομισθεὶς ἐνταῦθα τούς τε ἐκ τῆς μάχης διαφυγόντας καὶ τοὺς ἄλλους τοὺς τὰ αὐτὰ φρονοῦντας ἐδέχετο. Κικέρων μὲν γὰρ καὶ ἄλλοι τινὲς τῶν βουλευτῶν
10.3 ἐς τὴν Ῥώμην παραχρῆμα ἀπῆραν· οἱ δὲ δὴ πλείους μετά τε τοῦ Λαβιήνου καὶ μετὰ τοῦ Ἀφρανίου, ἅτε μηδεμίαν ἐν τῷ Καίσαρι ἐλπίδα, ὁ μὲν ὅτι ηὐτομολήκει, ὁ δὲ ὅτι σωθεὶς ὑπʼ αὐτοῦ αὖθίς οἱ ἐπεπολεμήκει, ἐχόντων, πρός τε τὸν Κάτωνα ἦλθον καὶ ἐκεῖνον προστησάμενοι ἐπολέμουν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme