Thesauros Literature History Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) Cassius Dio Cocceianus

Book 43

15.7 πάντα μετρίως metri/ws Bs., krei/ttw L. αὐτῇ χρήσομαι. οὐδὲ γὰρ οὐδʼ ἐπʼ ἄλλο τι τοσοῦτό τʼ t' Rk., ti L. ἰσχῦσαι καὶ τηλικοῦτον αὐξηθῆναι ἐσπούδασα ὥστε πάντας μὲν τοὺς ἀντιπολεμήσαντας κολάσασθαι πάντας δὲ τοὺς ἀντιστασιάσαντας νουθετῆσαι, ἢ ἵνα καὶ ἀνδραγαθίζεσθαι ἀσφαλῶς καὶ εὐτυχεῖν εὐκλεῶς
16.1 δύνωμαι. du/nwmai H. Steph., du/namai L. οὔτε γὰρ ἄλλως καλὸν ἢ δίκαιον, ὅσα τις τοῖς διχογνωμονήσασιν ἐπεκάλεσε, ταῦτα αὐτὸν ποιοῦντα ἐξελεγχθῆναι· οὔτʼ ἂν ἔγωγε ἀξιώσαιμί ποτε, τῇ τῶν ἔργων ζηλώσει ὁμοιωθεὶς αὐτοῖς, μόνῃ τῇ τῆς παντελοῦς νίκης φήμῃ
16.2 διαλλάξαι. τίς μὲν γὰρ πλείω καὶ μείζω τινὰς εὖ ποιεῖν ὀφείλει τοῦ μάλιστα δυναμένου; τίς δὲ ἧττον ἐξαμαρτάνειν τοῦ πλεῖστον ἰσχύοντος; τίς εὐβουλότερον τοῖς ἐκ τοῦ δαιμονίου δοθεῖσι χρῆσθαι τοῦ τὰ μέγιστα παρʼ αὐτοῦ λαβόντος; τίς ὀρθότερον τὰ παρόντα ἀγαθὰ μεταχειρίζεσθαι τοῦ πλεῖστά τε ἔχοντος καὶ μάλιστα περὶ
16.3 αὐτῶν μὴ καὶ ἀπόληται φοβουμένου; ἡ μὲν γὰρ εὐπραγία σωφροσύνην λαβοῦσα διαμένει, καὶ ἡ ἐξουσία μετριάσασα πάντα τὰ κτηθέντα τηρεῖ· τό τε μέγιστον, καὶ ὅπερ ἥκιστα τοῖς εὖ eu)= Bk., ou) L. χωρὶς ἀρετῆς φερομένοις ὑπάρχει, καὶ ζῶσιν ἀδόλως φιλεῖσθαι καὶ τελευτήσασιν ἀληθῶς
16.4 ἐπαινεῖσθαι διδόασιν. ὁ δὲ ἀνέδην a)ne/dhn Rk., a)nai/dhn L. ἐς πάντα ἁπλῶς τῇ δυνάμει καταχρώμενος οὔτε εὔνοιαν ἀληθῆ οὔτʼ ἀσφάλειαν ἀκριβῆ εὑρίσκεται, ἀλλʼ ἐν μὲν τῷ φανερῷ πλαστῶς κολακεύεται. Lacuna recognized by Reim. τὸν γὰρ τῆς ἑαυτοῦ ἐξουσίας ἀκράτορα a)kra/tora Bk., au)tokra/tora L. οἵ τε ἄλλοι πάντες καὶ οἱ μάλιστα αὐτῷ χρώμενοι καὶ ὑποπτεύουσι καὶ φοβοῦνται.
17.1 ταῦτα δὲ οὐκ ἄλλως ἐφιλοσόφησα, ἀλλʼ ἵνα εἰδῆτε ὅτι οὐκ ἐς ἐπίδειξιν, οὐδʼ ἀπʼ αὐτομάτου νῦν προσπεσόντα αὐτά, ἀλλὰ ἀπʼ ἀρχῆς καὶ πρέπειν μοι καὶ συμφέρειν κρίνας καὶ φρονῶ καὶ λέγω, ὥσθʼ ὑμᾶς μὴ πρὸς τὸ παρὸν μόνον θαρσεῖν ἀλλὰ καὶ πρὸς τὸ μέλλον εὐέλπιδας εἶναι, ἐνθυμουμένους ὅτι, εἴπερ τι αὐτῶν ἐπλαττόμην, οὐκ ἂν ἀνεβαλόμην ἀλλʼ ἤδη καὶ τήμερον

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme