Thesauros Literature History Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) Cassius Dio Cocceianus

Book 43

17.2 ἐξέφηνα. ἀλλʼ οὔτε πρότερον ἄλλως πως ἐφρόνησα, ὥσπερ που καὶ αὐτὰ τὰ ἔργα τεκμηριοῖ, νῦν τε πολὺ μᾶλλον προθυμήσομαι μετὰ πάσης ἐπιεικείας οὐ μὰ Δίʼ οὐ δεσπόζειν ὑμῶν ἀλλὰ προστατεῖν, οὐδὲ τυραννεύειν ἀλλʼ ἡγεμονεύειν, πρὸς μὲν τἆλλα πάνθʼ ὅσα ὑπὲρ ὑμῶν δεῖ πράττειν καὶ ὕπατος καὶ δικτάτωρ, πρὸς δὲ δὴ τὸ
17.3 κακῶς ποιῆσαί τινα ἰδιώτης ὤν. τοῦτο γὰρ μόνον οὐδὲ ou)de\ Rk., ou) L. ῥηθῆναι καλὸν εἶναι νομίζω. πῶς μὲν γὰρ ἂν a)\n added by Bk. ἀποκτείναιμί τινα ὑμῶν τῶν μηδέν με ἠδικηκότων ὁ μηδένα μὲν τῶν μὴ ἀντιταξαμένων mh\ a)ntitacame/nwn Bk., a)ntipracame/nwn L. μοι φθείρας, εἰ καὶ τὰ μάλιστα προθύμως τἆλλά τισι κατʼ ἐμοῦ συνήραντο, sunh/ranto Rk., prosh/ranto L. πάντας δὲ καὶ τοὺς ἅπαξ a(/pac Xyl., a(/pan L. ἀντικαταστάντας μοι ἐλεήσας καὶ πολλοὺς καὶ τῶν δεύτερον ἀντιμαχεσαμένων
17.4 σώσας; πῶς δʼ ἂν μνησικακήσαιμί a)\n mnhsikakh/saimi/ R. Steph., a)namnhsikakh/saimi/ L. τισιν ὁ καὶ τὰ γράμματα, ὅσα καὶ παρὰ τῷ Πομπηίῳ καὶ παρὰ τῷ Σκιπίωνι ἀπόρρητα εὑρέθη, μήτʼ ἀναγνοὺς μήτʼ ἐκγραψάμενος e)kgraya/menos Reim., e)ggraya/menos L. ἀλλʼ εὐθὺς κατακαύσας; ὥστε θαρσούντως, ὦ πατέρες, οἰκειωθῶμεν, ἐκλαθόμενοι μὲν πάντων τῶν συμβεβηκότων
17.5 ὡς καὶ ἀνάγκῃ τινὶ δαιμονίᾳ γεγονότων, ἀρξάμενοι δὲ ἀνυπόπτως ἀλλήλους καθάπερ τινὰς καινοὺς πολίτας φιλεῖν, ἵνʼ ὑμεῖς τε ὡς πρὸς πατέρα με προσφέρησθε, τὴν μὲν πρόνοιαν τήν τε κηδεμονίαν τὴν παρʼ ἐμοῦ καρπούμενοι, τῶν δὲ δυσχερεστέρων μηδὲν φοβούμενοι, καὶ ἐγὼ ὡς
17.6 παίδων ὑμῶν ἐπιμελῶμαι, e)pimelw=mai R. Steph., e)pimelou=mai L. πάντα μὲν τὰ κάλλιστα ἀεὶ γίγνεσθαι ὑφʼ ὑμῶν εὐχόμενος, φέρων δὲ ἀναγκαίως τὰ ἀνθρώπινα, καὶ τοὺς μὲν ἀγαθοὺς ταῖς προσηκούσαις τιμαῖς ἀγάλλων, τοὺς δὲ λοιποὺς ἐπανορθῶν καθʼ ὅσον ἐνδέχεται.
18.1 μὴ μέντοι μηδὲ τοὺς στρατιώτας δείσητε, μηδʼ ἄλλο τι αὐτοὺς ἢ φύλακας τῆς τε ἐμῆς ἀρχῆς καὶ τῆς ὑμετέρας ἅμα νομίσητε εἶναι· τρέφεσθαι μὲν γάρ σφας ἀνάγκη πολλῶν ἕνεκα, τραφήσονται δὲ οὐκ ἐφʼ ὑμᾶς ἀλλʼ ὑπὲρ ὑμῶν, τοῖς τε διδομένοις ἀρκούμενοι καὶ τοὺς διδόντας αὐτὰ ἀγαπῶντες.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme