Book 43
18.2
διὰ γὰρ τοῦτο καὶ τὰ χρήματα ἐπὶ πλεῖον τοῦ συνήθους ἐισπέπρακται, ἵνα τό τε στασιάσαν ἅμα σωφρονισθῇ καὶ τὸ κεκρατηκὸς αὐτάρκη τροφὴν λαβὸν μὴ στασιάσῃ. οὐ γάρ που pou Pflugk, pw L. καὶ ἰδίᾳ τι αὐτῶν ἀποκεκέρδαγκα, ὅς γε πάντα μὲν τὰ ὑπάρχοντά μοι, πολλὰ δὲ καὶ
18.3
δεδανεισμένος προσανάλωκα ὑμῖν· ἀλλʼ ὁρᾶτε ὅτι τὰ μέν τινα αὐτῶν ἐς τοὺς πολέμους pole/mous St., polemi/ous L. δεδαπάνηται, τὰ δὲ καὶ ὑμῖν τετήρηται, ἀφʼ ὧν ἥ τε πόλις κοσμηθήσεται kosmhqh/setai Wesseling, komisqh/setai L. καὶ τὰ λοιπὰ διοικηθήσεται. ὥστε τὸ μὲν ἐπίφθονον τῆς ἐσπράξεως αὐτὸς ἀνεδεξάμην, τῆς δʼ ὠφελίας w)feli/as Bs., w)felei/as L. κοινῇ πάντες ἀπολαύσετε,
18.4
τά τε ἄλλα καὶ ἐν ταῖς στρατείαις· τῶν τε γὰρ ὅπλων ἀεὶ ἡμῖν δεῖ, ἐπειδὴ μὴ οἷόν τέ ἐστιν ἄνευ αὐτῶν πόλιν τε τηλικαύτην οἰκοῦντας καὶ ἀρχὴν τοσαύτην ἔχοντας ἀσφαλῶς ζῆσαι, καὶ ἡ περιουσία τῶν χρημάτων καὶ ἐκεῖνα ἰσχυρῶς
18.5
ὠφελεῖ. μὴ μέντοι καὶ ὑποπτεύσῃ τις ὑμῶν ὅτι ἢ τῶν πλουσίων τινὰ λυπήσω ἢ h)\ supplied by Reim. καὶ τέλη τινὰ καινὰ καταστήσω· τοῖς τε γὰρ παροῦσιν ἀρκεσθήσομαι, καὶ προθυμήσομαι συνευπορῆσαί τι μᾶλλον ὑμῖν ἢ διὰ χρήματά τινα ἀδικῆσαι.”
18.6
τοιαῦτα ὁ Καῖσαρ ἔν τε τῷ συνεδρίῳ καὶ μετὰ τοῦτο καὶ ἐν τῷ δήμῳ εἰπὼν ἐπεκούφισε μέν πως αὐτοὺς τοῦ δέους, οὐ μέντοι καὶ ἠδυνήθη πεῖσαι παντάπασι θαρσεῖν, πρὶν καὶ τοῖς ἔργοις τὰς ἐπαγγελίας βεβαιώσασθαι.
19.1
μετὰ δὲ δὴ τοῦτο τά τε ἄλλα λαμπρῶς, ὥσπερ εἰκὸς ἐπί τε τοσαύταις καὶ τηλικαύταις ἅμα νίκαις ἦν, ἐποίει, καὶ τὰ ἐπινίκια τῶν τε Γαλατῶν καὶ τῆς Αἰγύπτου τοῦ τε Φαρνάκου καὶ τοῦ Ἰόβου τετραχῇ χωρὶς τέσσαρσιν ἡμέραις ἔπεμψε.
19.2
καὶ τὰ μὲν ἄλλα ηὔφρανέ που τοὺς ὁρῶντας, ἡ δʼ Ἀρσινόη ἡ Αἰγυπτία (καὶ γὰρ ἐκείνην ἐν τοῖς αἰχμαλώτοις παρήγαγἐ τό τε πλῆθος τῶν ῥαβδούχων καὶ τὰ ἀπὸ τῶν πολιτῶν τῶν ἐν τῇ Ἀφρικῇ ἀπολωλότων πομπεῖα δεινῶς αὐτοὺς