Thesauros Literature History Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) Cassius Dio Cocceianus

Book 43

19.3 ἐλύπησεν. ὅ τε γὰρ ἀριθμὸς ὁ τῶν ῥαβδούχων ἐπαχθέστατόν σφισιν ὄχλον, ἅτε μήπω πρότερον τοσούτους ἅμα ἑορακόσι, παρέσχε· καὶ ἡ Ἀρσινόη γυνή τε οὖσα καὶ βασιλίς ποτε pote Xyl., to/te L. νομισθεῖσα ἔν τε δεσμοῖς, desmoi=s Turneb., dh/mois L. ὃ μηπώποτε ἔν γε τῇ Ῥώμῃ ἐγεγόνει,
19.4 ὀφθεῖσα πάμπολυν οἶκτον ἐνέβαλε, κἀκ τούτου ἐπὶ τῇ προφάσει ταύτῃ καὶ τὰ οἰκεῖα πάθη παρωδύραντο. οὐ μὴν ἀλλʼ ἐκείνη μὲν διὰ τοὺς ἀδελφοὺς ἀφείθη, ἄλλοι δὲ καὶ ὁ Οὐερκιγγετόριξ ἐθανατώθησαν.
20.1 δυσχερῶς μὲν οὖν διὰ ταῦθʼ ἅπερ εἶπον διετέθησαν, ἐλάχιστα δʼ οὖν d' ou)=n Pflugk, gou=n L. αὐτὰ πρός γε τὸ πλῆθος τῶν ἑαλωκότων καὶ πρὸς τὸ μέγεθος τῶν κατειργασμένων ἐνόμιζον εἶναι. τούτων τε te Bk., ge L. οὖν ἕνεκα καὶ ὑπερεθαύμαζον αὐτόν, καὶ ὅτι καὶ τὴν παρρησίαν τοῦ στρατοῦ πραότατα ἤνεγκε. τούς τε γὰρ ἐς τὸ συνέδριόν σφων ὑπʼ αὐτοῦ καταλεχθέντας
20.2 ἐτώθασαν, καὶ τά τε ἄλλα ὅσα ποτʼ εὐτελίζετο, eu)teli/zeto Jacoby, e)nti/zeto L. καὶ ἐν e)n supplied by Val. τοῖς μάλιστα τόν τε τῆς Κλεοπάτρας αὐτοῦ ἔρωτα καὶ τὴν παρὰ τῷ Νικομήδει τῷ τῆς Βιθυνίας βασιλεύσαντι διατριβήν, ὅτι μειράκιόν ποτε παρʼ αὐτῷ ἐγεγόνει, διεκερτόμησαν, ὥστε καὶ εἰπεῖν ὅτι Καῖσαρ μὲν Γαλάτας ἐδουλώσατο, Καίσαρα δὲ Νικομήδης.
20.3 τέλος δὲ ἐφʼ ἅπασιν αὐτοῖς ἀθρόοι ἀναβοήσαντες εἶπον ὅτι, ἂν μὲν καλῶς ποιήσῃς, κολασθήσῃ, ἂν δὲ κακῶς, βασιλεύσεις. basileu/seis Xiph., basileu/shs L. τοῦτο δὲ αὐτοῖς ἐβούλετο δηλοῦν ὅτι, ἂν μὲν ἀποδῷ a)podw=| St., a)podw/h L. τῷ δήμῳ τὴν αὐτονομίαν, ὅπερ που δίκαιον ἐνόμιζον εἶναι, καὶ κριθήσεται ἐφʼ οἷς ἔξω τῶν νόμων εἰργάσατο καὶ δίκην ὑφέξει, u(fe/cei, monarxh/sei Xiph., u(fe/chi, monarxh/shi L. ἂν δὲ τῇ δυναστείᾳ ἐμμείνῃ, ὅπερ

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme