Book 43
26.3
δύο, ἃς ἑνὸς μηνὸς ἀφεῖλεν, ἐνήρμοσε. τὴν μέντοι μίαν τὴν ἐκ τῶν τεταρτημορίων συμπληρουμένην διὰ πέμπτων καὶ αὐτὸς ἐτῶν ἐσήγαγεν ὥστε μηδὲν ἔτι τὰς ὥρας αὐτῶν πλὴν ἐλαχίστου παραλλάττειν· ἐν γοῦν χιλίοις καὶ τετρακοσίοις καὶ ἑξήκοντα καὶ ἑνὶ e(ni\ R. Steph., e)n e(ni\ L. ἔτει μιᾶς ἄλλης ἡμέρας ἐμβολίμου δέονται.
27.1
καὶ ταῦτα μέντοι, τά τε ἄλλα ὅσα ὑπὲρ τοῦ κοινοῦ ἐβουλεύετο, οὔτʼ ἰδιογνωμονῶν i)diognwmonw=n Reim., i)diognwmw=n L. οὔτʼ ἰδιοβουλῶν ἔπραττεν, ἀλλὰ πάντα δὴ πάντως τοῖς πρώτοις τῆς βουλῆς, ἔστι δʼ ὅτε καὶ πάσῃ αὐτῇ, ἐπεκοίνου. e)pekoi/nou R. Steph., e)pekei/nou L. καὶ παρὰ τοῦτο οὐχ ἥκιστα, καίτοι τραχυτερόν τινα νομοθετήσας, ὅμως ἤρεσέ σφισι.
27.2
καὶ ἐπὶ μὲν τούτοις καὶ ἔπαινον ἐλάμβανεν, ὅτι δὲ δὴ τῶν φευγόντων ἐκ δικαστηρίου πολλοὺς διὰ δημάρχων δή τινων κατήγαγε, καὶ ὅτι τοῖς δεκασμοῦ dekasmou= Palm., dekasmoi=s L. ἐπʼ ἀρχῆς ἀποδείξει ἁλοῦσιν ἐν τῇ Ἰταλίᾳ διαιτᾶσθαι ἐπέτρεψεν, ἔτι τε ἐς τὴν βουλὴν αὖθις οὐκ ἀξίους τινὰς αὐτῆς ἐγκατέλεξε,
27.3
πολλὰ καὶ παντοδαπὰ ἐθρυλεῖτο. πλείστην δʼ οὖν ὅμως αἰτίαν ἐπὶ τῷ τῆς Κλεοπάτρας ἔρωτι, οὐ τῷ ἐν τῇ Αἰγύπτῳ ἔτι (ἐκεῖνος γὰρ ἠκούετὀ ἀλλὰ τῷ ἐν αὐτῇ τῇ Ῥώμῃ, παρὰ πάντων ἔσχεν. ἦλθέ τε γὰρ ἐς τὸ ἄστυ μετὰ τοῦ ἀνδρός, καὶ ἐς αὐτοῦ τοῦ Καίσαρος ἐσῳκίσθη, ὥστε καὶ ἐκεῖνον e)kei=non cod. Peir., e)p' e)kei=non L. ἐπʼ ἀμφοτέροις σφίσι κακῶς ἀκοῦσαι. οὐ μὴν καὶ ἔμελέν οἱ οὐδέν, ἀλλὰ καὶ ἐς τοὺς φίλους σφᾶς τούς τε συμμάχους τοὺς τῶν Ῥωμαίων ἐσέγραψε.
28.1
κἀν τούτῳ ka)n tou/tw| Bk., ka)k tou/tou L. ἐμάνθανε μὲν πάντα καθʼ ἕκαστον ὧν ὁ Πομπήιος ἐν τῇ Ἰβηρίᾳ ἐποίει, οὐ ou) Bk., kai\ L. μέντοι καὶ δυσνίκητον dusni/khton Xyl., duski/nhton L. αὐτὸν εἶναι νομίζων πρότερον μὲν τὸ ναυτικὸν ἐκ τῆς Σαρδοῦς ἐπʼ αὐτὸν ἀπέστειλεν, ὕστερον δὲ καὶ τὰ στρατεύματα τὰ ta\ supplied by Rk. ἐκ καταλόγου ἔπεμψεν ὡς καὶ διʼ ἑτέρων διαπολεμήσων.