Thesauros Literature History Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) Cassius Dio Cocceianus

Book 43

28.2 ἐπεὶ δὲ ᾔσθετο ἐκεῖνόν τε ἐπὶ μέγα προχωροῦντα καὶ τοὺς πεμφθέντας οὐχ ἱκανοὺς ἀντιπολεμεῖν αὐτῷ ὄντας, οὕτω δὴ καὶ αὐτὸς ἐξεστράτευσεν, τὴν πόλιν τῷ τε Λεπίδῳ καὶ πολιανόμοις poliano/mois R. Steph., paliano/mois L. τισὶν ὀκτώ, ὥς τισι δοκεῖ, ἢ h)\ Xyl., mh\ L. ἕξ, ὡς μᾶλλον πεπίστευται, ἐπιτρέψας.
29.1 ἐπειδὴ γὰρ ἐπί τε τοῦ Λογγίνου καὶ ἐπὶ τοῦ Μαρκέλλου τὰ στρατόπεδα τὰ ἐν τῇ Ἰβηρίᾳ ἐκινήθη καί τινες καὶ τῶν πόλεων ἐνεωτέρισαν, ἡμέρας μέν τινας τοῦ τε Λογγίνου ἀπαλλαγέντος καὶ τοῦ Τρεβωνίου τὴν διαδοχὴν αὐτοῦ λαβόντος,
29.2 ἡσύχασαν, ἔπειτα δέει τῆς ἐκ τοῦ Καίσαρος τιμωρίας ἐπρεσβεύσαντο κρύφα πρὸς τὸν Σκιπίωνα, μεταστῆναι βουλόμενοι· καὶ ὃς ἄλλους τέ σφισι καὶ τὸν Πομπήιον τὸν Γναῖον ἀπέστειλε. προσέχων δὲ ἐκεῖνος ταῖς Γυμνησίαις *gumnhsi/ais Reim., gumnasi/as L. νήσοις τὰς μὲν ἄλλας ἀμαχεί, τὴν δὲ Ἔβεσον σὺν πόνῳ παρεστήσατο, κἀνταῦθα νοσήσας μετὰ τῶν
29.3 στρατιωτῶν διέτριψε. χρονίζοντος οὖν αὐτοῦ, πυθόμενοι οἱ στρατιῶται οἱ ἐν τῇ Ἰβηρίᾳ τόν τε Σκιπίωνα ἀπολωλότα καὶ τὸν Δίδιον ἐπιπλέοντά σφισι, καὶ φοβηθέντες μὴ διαφθαρῶσι πρὶν τὸν Πομπήιον ἐλθεῖν, οὐκ ἔμειναν αὐτόν, ἀλλὰ Τίτον τε Κυΐντιον *kui+/ntion Reim., ku/inton L. Σκαπούλαν καὶ Κύϊντον Ἀπώνιον ἄνδρας ἱππέας προστησάμενοι τόν τε Τρεβώνιον ἐξέβαλον καὶ τὸ ἔθνος τὸ Βαιτικὸν πᾶν συναπέστησαν.
30.1 πραξάντων δὲ ταῦτα αὐτῶν Πομπήιος ῥαΐσας ἐς τὴν ἤπειρον τὴν κατʼ ἀντιπέρας διέπλευσε, καὶ ἄλλας μέν τινας πόλεις εὐθὺς ἑκουσίας προσεποιήσατο (ταῖς τε γὰρ ἐπιτάξεσι τῶν ἐφεστηκότων σφίσιν ἀχθόμενοι, καὶ ἐς ἐκεῖνον οὐκ ὀλίγα ἐκ τῆς τοῦ πατρὸς αὐτοῦ μνήμης ἐπελπίζοντες ἑτοίμως αὐτὸν ἐδέξαντὀ, Καρχηδόνα δὲ οὐκ
30.2 ἐθελήσασαν ὁμολογῆσαι ἐπολιόρκει. μαθόντες οὖν τοῦτο οἱ περὶ τὸν Σκαπούλαν *skapou/lan R. Steph., skipi/wna L. ἦλθόν τε ἐνταῦθα, καὶ στρατηγὸν αὐτοκράτορα αὐτὸν ἑλόμενοι προσεῖχόν τε αὐτῷ τὰ μάλιστα καὶ προεθυμοῦντο ἰσχυρότατα, τὰ κέρδη τὰ ἐκείνου ἴδια καὶ τὰς συμφορὰς οἰκείας ποιούμενοι, ὥστʼ ἀφʼ ἑκατέρου, τὰ μὲν ὅπως λάβωσι, τὰς ta\s Bk., ta\ L. δʼ ὅπως μὴ

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme