Book 43
33.1
ἐνελείποντο. e)nelei/ponto H. Steph., e)neli/ponto L. ἐδικτατόρευε δὲ δὴ τότε, καὶ kai\ R. Steph., ga\r L. ὕπατος ὀψέ ποτε καὶ ἐπʼ ἐξόδῳ τοῦ ἔτους ἀπεδείχθη, τοῦ Λεπίδου ἐν τῇ ἱππαρχίᾳ τὸν δῆμον ἐς τοῦτο συναγαγόντος· ἱππάρχησε γὰρ καὶ τότε, αὐτὸς ἑαυτὸν ἐν τῇ ὑπατείᾳ ἐπειπὼν ἵππαρχον παρὰ τὰ πάτρια.
33.2
ἀναγκασθεὶς οὖν ὁ Καῖσαρ, ὥσπερ εἶπον, καὶ ἐν τῷ χειμῶνι πολεμῆσαι, τῇ μὲν Κορδούβῃ οὐ προσέβαλεν (ἰσχυρῶς γὰρ ἐφυλάττετὀ, πυθόμενος δὲ ἐν Ἀττεγούᾳ πόλει σῖτον πολὺν εἶναι πρὸς ἐκείνην καίτοι καρτερὰν οὖσαν ἐτράπετο, ἐλπίσας τῷ τε πλήθει τοῦ στρατοῦ καὶ τῇ παρʼ ἑαυτοῦ αἰφνιδίῳ ἐκπλήξει καταφοβήσας σφᾶς αἱρήσειν· καὶ αὐτὴν διὰ βραχέος καὶ ἀπεσταύρωσε
33.3
καὶ περιετάφρευσεν. ὁ γὰρ Πομπήιος τῇ φύσει τοῦ χωρίου θαρσῶν, καὶ τὸν Καίσαρα οὐκ ἐπὶ πολὺ διὰ τὸν χειμῶνα προσεδρεύσειν αὐτῷ νομίζων, τούς τε ἑαυτοῦ στρατιώτας μὴ βουληθεὶς ἐν τῷ ῥίγει κακῶσαι, περιεῖδε periei=de Rk., proei=de L. καὶ οὐκ
33.4
ἐπήμυνεν αὐτοῖς τήν γε πρώτην· ὕστερον γάρ, ὡς τό τε πόλισμα ἀπετετείχιστο καὶ ὁ Καῖσαρ αὐτῷ προσεκάθητο, δείσας ἐπεβοήθησέ σφισι, καὶ νυκτὸς ἐξαίφνης ὁμιχλώδους τοῖς προφύλαξι προσμίξας συχνοὺς ἔφθειρεν. ἐπειδή τε ἀστρατήγητοι οἱ ἔνδον ἦσαν, Μουνάτιον αὐτοῖς Φλάκκον
34.1
ἐσέπεμψεν. ἠδυνήθη γὰρ ἐκεῖνος ὧδε εἴσω παρελθεῖν. νύκτωρ τῶν φυλάκων τινὰς μόνος, ὡς καὶ ὑπὸ τοῦ Καίσαρος ἐς ἐφοδείαν ἀπεσταλμένος, ἀνήρετο τὸ σύνθημα, καὶ μαθών (οὔτε γὰρ ἐγιγνώσκετο, καὶ κατὰ μόνας οὐκ ἄν ποτε ὑπωπτεύθη μὴ φίλιός σφισιν ὢν τοῦτο ποιῆσαι) ἐκείνους μὲν
34.2
εἴασεν, ἐκπεριελθὼν δὲ ἑτέρωσε τοῦ περιτειχίσματος ἄλλοις τισὶ φύλαξιν ἐνέτυχε, καὶ τό τε σύνθημα αὐτοῖς εἰπών, καὶ ἐπὶ προδοσίᾳ τῆς πόλεως παρεῖναι parei=nai Reim., ei)=nai L. πλασάμενος, διʼ ἑκόντων τε αὐτῶν
34.3
καὶ παραπεμπόντων γε ἐσῆλθεν. οὐ μέντοι καὶ περιεποιήσατο αὐτήν. τά τε γὰρ ἄλλα πολλά, καί ποτε πῦρ ἔς τε τὰς μηχανὰς καὶ ἐς τὰ σταυρώματα τὰ τῶν Ῥωμαίων ἐμβαλόντες e)mbalo/ntes R. Steph., e)mba/llontes L. ἐκείνους μὲν οὐδὲν ὅ τι καὶ ἀξιόλογον ἔβλαψαν, αὐτοὶ δὲ ἀνέμου σφίσιν ἐξ ἐναντίας ἐν τούτῳ