Thesauros Literature History Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) Cassius Dio Cocceianus

Book 43

34.4 σφοδροῦ προσπεσόντος κακῶς ἀπήλλαξαν· τά τε γὰρ οἰκοδομήματα ἐπεφλέχθη, καὶ ἄνθρωποι συχνοὶ τοῖς τε λίθοις καὶ τοῖς βέλεσι, μηδὲ mhde\ Bk., mh/te L. προϊδέσθαι τι ὑπὸ τοῦ καπνοῦ δυνηθέντες, ἐξώλοντο. ὡς οὖν τοῦτό τε αὐτοῖς συνεβεβήκει καὶ ἡ γῆ ἐπορθεῖτο τοῦ τε τείχους τινὰ tina\ Dind., tino\s L. ἐξ ὑπονόμων
34.5 ἔπιπτεν, ἐστασίασαν, καὶ πρότερος μὲν ὁ Φλάκκος ἐπʼ ἀδείᾳ a)dei/a| R. Steph., a)dei/as L. ἑαυτοῦ e(autou= Bs., au(tou= Bk., au)tou= L. τε καὶ τῶν συνόντων οἱ πρὸς τὸν Καίσαρα διεκηρυκεύσατο, ἔπειτα δὲ οὗτος μέν (οὐ γὰρ ἠθέλησε τὰ ὅπλα παραδοῦναι) διήμαρτεν αὐτῆς, οἱ δὲ ἄλλοι οἱ ἐπιχώριοι μετὰ τοῦτο καὶ ἐπρεσβεύσαντο καὶ συνέβησαν ἐφʼ οἷς ἐκελεύοντο.
35.1 ἐκείνης δὲ δὴ τῆς πόλεως ἁλούσης οὐκέτʼ οὐδὲ ou)de\ St., ou)de\n L. οἱ ἄλλοι ἠτρέμιζον, ἀλλὰ a)lla\ Bk., a)llo\i L. πολλοὶ μὲν αὐτοὶ πρὸς τὸν Καίσαρα πρεσβευσάμενοι μεθίσταντο, πολλοὶ δὲ καὶ ἐπιόντα αὐτὸν τούς τε
35.2 ὑποστρατήγους αὐτοῦ ἐδέχοντο, ὥστε τὸν Πομπήιον ἀπορήσαντα ὅ τι χρὴ πρᾶξαι, τὸ μὲν πρῶτον ἄλλοτε ἄλλῃ τῆς χώρας μεθιστάμενον πλανᾶσθαι, ἔπειτα δὲ φοβηθέντα μὴ καὶ ἐξ αὐτοῦ τούτου καὶ οἱ λοιποὶ αὐτὸν ἐγκαταλίπωσι, διακινδυνεῦσαι ἐθελῆσαι, καίτοι τοῦ δαιμονίου τὴν ἧτταν ἐναργέστατα αὐτῷ προσημήναντος.
35.3 οἱ μὲν γὰρ ἱδρῶτες τῶν ἀγαλμάτων καὶ αἱ ἠχαὶ τῶν στρατοπέδων, τά τε ζῷα ἃ a(\ supplied by Xyl. πολλὰ παρὰ τὴν ἑαυτῶν φύσιν ἐγεννήθη, καὶ αἱ δᾷδες αἱ πρὸς τὰς δυσμὰς ἐκ τῶν ἀνατολῶν ᾅττουσαι (ταῦτα γὰρ ἐν τῇ Ἰβηρίᾳ τότε ἅμα πάντα συνηνέχθἠ σαφὲς οὐδέν, ὁποτέροις σφῶν
35.4 προφαίνοιτο, διεδήλου· οἱ δὲ δὴ ἀετοὶ τῶν στρατοπέδων αὐτοῦ τάς τε πτέρυγας σείσαντες καὶ τοὺς κεραυνούς, οὓς ἐν τοῖς ποσί τινες αὐτῶν χρυσοῦς ἔφερον, ἐκβαλόντες ἐκείνῳ τε τὸ κακὸν ἄντικρυς ἐνέσκηπτον καὶ αὐτοὶ πρὸς τὸν Καίσαρα ἀπεπέτοντο. ἀλλʼ ἦγε γὰρ a)ll' h)=ge ga\r Kuiper, a)/llh te ga\r L. τὸ δαιμόνιον, ἔν τε ὀλιγωρίᾳ αὐτὸ ἐποιήσατο, καὶ ἐς πόλιν Μοῦνδαν po/lin *mou=ndan Bs., po/lemon L. πρὸς μάχην δὴ κατέστη.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme