Thesauros Literature History Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) Cassius Dio Cocceianus

Book 43

38.4 καὶ ἐκεῖνοι τὸ τεῖχος ἐπὶ πολὺ διέσωσαν, ὥστε μὴ πρότερον αὐτὸ ἁλῶναι πρὶν πάντας σφᾶς ἐν ταῖς ἐκδρομαῖς ἀπολέσθαι. τοσοῦτον δʼ οὖν τὸ σύνολον τῶν Ῥωμαίων πάθος ἑκατέρωθεν ἐγένετο ὥστʼ ἀπορήσαντας ὅπως τὴν πόλιν, μὴ καὶ νυκτὸς ἐκδρῶσί τινες, ἀποτειχίσωσιν, αὐτὰ τὰ σώματα τῶν νεκρῶν αὐτῇ περινῆσαι. perinh=sai Madvig, e)rinh=sai L.
39.1 κρατήσας δὲ οὕτως ὁ Καῖσαρ καὶ τὴν Κόρδουβαν εὐθὺς ἔλαβεν· ὅ τε γὰρ Σέξτος οἱ προεξεχώρησε, proecexw/rhse Xyl., prosecexw/rhse L. καὶ οἱ ἐπιχώριοι, καίτοι τῶν δούλων ἀνθισταμένων σφίσιν ἐπειδήπερ ἠλευθέρωντο,
39.2 προσεχώρησαν αὐτῷ. καὶ ὃς τοὺς μὲν ἐν τοῖς ὅπλοις ὄντας ἀπέσφαξε, τοὺς δὲ λοιποὺς ἐξηργυρίσατο. τὸ δʼ αὐτὸ τοῦτο καὶ τοὺς τὴν Ἴσπαλιν ἔχοντας ἔδρασεν, οἳ e)/drasen oi(\ Bk., e)/drase kai\ L. τὸ μὲν πρῶτον ὡς καὶ ἑκούσιοι φρουρὰν παρʼ αὐτοῦ ἐσεδέξαντο, ἔπειτα δὲ διαφθείραντες τοὺς ἐλθόντας ἐπολέμησαν.
39.3 ἐπεστράτευσέ τε οὖν ἐπʼ αὐτούς, καὶ ἀμελέστερον δῆθεν προσεδρεύων ἐλπίδας σφίσιν ὡς καὶ διαφυγεῖν δυνησομένοις παρέσχε. κἀκ τούτου περιορῶν δὴ τοὺς ἐκ τοῦ τείχους ἐξιόντας ἐκείνους τε ἐλόχιζε καὶ ἀπώλλυε, καὶ τὴν πόλιν οὕτως
39.4 ἀνδρῶν κατὰ βραχὺ ἐρημωθεῖσαν εἷλε. καὶ μετὰ τοῦτο καὶ τὴν Μοῦνδαν καὶ τὰ ἄλλα, τὰ μὲν ἀκούσια σὺν πολλῷ φόνῳ, τὰ δὲ καὶ ἐθελούσια παρέλαβε καὶ ἠργυρολόγησεν, ὥστε μηδὲ τῶν τοῦ Ἡρακλέους ἀναθημάτων τῶν ἐν τοῖς Γαδείροις ἀνακειμένων φείσασθαι, χώρας τέ τινων ἀπετέμετο, καὶ ἑτέροις τὸν φόρον προσεπηύξησε.
39.5 ταῦτα μὲν τοὺς ἀντιπολεμήσαντάς οἱ ἔδρασε, τοῖς toi=s R. Steph., tou\s L. δὲ εὔνοιάν τινα αὐτοῦ σχοῦσιν ἔδωκε μὲν καὶ χωρία καὶ ἀτέλειαν, πολιτείαν τέ τισι, καὶ ἄλλοις ἀποίκοις τῶν Ῥωμαίων νομίζεσθαι, οὐ μὴν καὶ προῖκα αὐτὰ ἐχαρίσατο.
40.1 Καῖσαρ μὲν δὴ ταῦτʼ ἔπραττε, Πομπήιος δὲ διαφυγών πως ἐν τῇ τροπῇ ἦλθε μὲν ἐπὶ τὴν θάλασσαν ὡς καὶ τῷ ναυτικῷ τῷ ἐν τῇ Καρτηίᾳ ὁρμοῦντι χρησόμενος, εὑρὼν δὲ αὐτοὺς πρὸς τὸν κρατοῦντα ἀποκεκλικότας ἐπέβη μὲν πλοίου τινός,

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme