Thesauros Literature History Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) Cassius Dio Cocceianus

Book 43

45.2 στρατιώτας τε μόνον ἔχειν καὶ τὰ δημόσια χρήματα μόνον διοικεῖν ἐκέλευσαν, ὥστε μηδενὶ ἄλλῳ μηδετέρῳ αὐτῶν, ὅτῳ μὴ mh\ Bk., mhde\ L. ἐκεῖνος ἐπιτρέψειεν, ἐξεῖναι χρῆσθαι. καὶ τότε μὲν ἀνδριάντα αὐτοῦ ἐλεφάντινον, ὕστερον δὲ καὶ ἅρμα ὅλον ἐν ταῖς ἱπποδρομίαις μετὰ τῶν θείων
45.3 ἀγαλμάτων πέμπεσθαι ἔγνωσαν. ἄλλην τέ τινα εἰκόνα ἐς τὸν τοῦ Κυρίνου *kuri/nou R. Steph., kuiri/nou L. ναὸν Θεῷ ἀνικήτῳ ἐπιγράψαντες, καὶ ἄλλην ἐς τὸ Καπιτώλιον παρὰ τοὺς βασιλεύσαντάς ποτε ἐν τῇ Ῥώμῃ
45.4 ἀνέθεσαν. καί μοι θαυμάσαι τῆς συντυχίας ἐπέρχεται· ὀκτὼ γὰρ ἅμα αὐτῶν (ἑπτὰ μὲν ἐκείνοις, ὀγδόης o)gdo/hs Bk., o)gdo/wi L. δὲ τῷ γε ge H. Steph., te L. Βρούτῳ τῷ τοὺς Ταρκυνίους *tarkuni/ous R. Steph., tarkuini/ous L. καταλύσαντι) οὐσῶν παρὰ ταύτην τότε τὴν τοῦ Καίσαρος ἔστησαν, καὶ δῆτα καὶ ἐκ τούτου ὅτι μάλιστα ὁ Βροῦτος ὁ Μᾶρκος κινηθεὶς ἐπεβούλευσεν αὐτῷ.
46.1 Ταῦτʼ ἐπὶ τῇ th=| supplied by Pflugk. νίκῃ (λέγω le/gw R. Steph., le/gwn L. δὲ οὐ πάντα, ἀλλʼ ὅσα ἀξιόλογα εἶναί μοι ἔδοξενʼ οὐκ ἐν μιᾷ γε ἡμέρᾳ, ἀλλʼ ὥς που καὶ ἔτυχεν, ἄλλο ἄλλῃ ἐκυρώθη· καί σφων ὁ Καῖσαρ τοῖς μὲν χρῆσθαι ἤρξατο τοῖς δὲ ἔμελλεν, εἰ καὶ τὰ μάλιστά τινα
46.2 αὐτῶν παρήκατο. τὴν δʼ οὖν ἀρχὴν τὴν ὕπατον u(/paton R. Steph., u(/pauton L. παραχρῆμα μέν, καὶ πρὶν ἐς τὴν πόλιν ἐσελθεῖν, ἀνέλαβεν, οὐ μέντοι καὶ διὰ τέλους ἔσχεν, ἀλλʼ ἐν τῇ Ῥώμῃ γενόμενος ἀπεῖπέ τε αὐτὴν καὶ τῷ Φαβίῳ τῷ Κυΐντῳ τῷ τε Τρεβωνίῳ τῷ Γαΐῳ ἐνεχείρισε. καὶ ἐπειδή γε ὁ Φάβιος τῇ τελευταίᾳ τῆς ὑπατείας ἡμέρᾳ ἀπέθανεν, εὐθὺς ἀντʼ αὐτοῦ ἕτερον πρὸς τὰς περιλοίπους ὥρας Γάιον
46.3 Κανίνιον *kani/nion R. Steph., ka/nnion L (and so just belos'. Ῥήβιλον *(rh/bilon Wagner, r(h/bion L. ἀνθείλετο. πρῶτον μὲν δὴ τότε τοῦτο παρὰ τὸ καθεστηκὸς ἐγένετο, τὸ μήτε ἐτησίαν μήτε ἐς πάντα τὸν λοιπὸν χρόνον τοῦ ἔτους τὴν ἀρχὴν ἐκείνην τὸν αὐτὸν ἔχειν, ἀλλὰ ζῶντά τινα αὐτῆς καὶ μὴ ἀναγκασθέντα μήτε ἐκ τῶν πατρίων tw=n patri/wn Rk., patrw/iwn L. μήτε ἐξ ἐπηγορίας τινὸς ἐκστῆναι,

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme