Book 43
51.4
καταδειχθὲν ἐμμεμένηκε. στρατηγοὶ δὲ ἀπεδείχθησαν μὲν ἑκκαίδεκα· ἀλλʼ οὐ τοῦτο γράφω (καὶ γὰρ πρόσθεν ἐγεγόνεσανʼ ἀλλʼ ὅτι a)ll' o(/ti Bk., a)ll' o(/ti a)/lloi te Rk., a)/llo/i te L. καὶ ὁ Πούπλιος ὁ Οὐεντίδιος *ou)enti/dios R. Steph., ou)enti/lios L. ἐν αὐτοῖς ᾑρέθη. οὗτος γὰρ τὸ μὲν ἀρχαῖον ἐκ τοῦ Πικήνου, ὥσπερ εἴρηταί μοι, ἦν, ἀντιπολεμήσας δὲ τοῖς Ῥωμαίοις ὅτε
51.5
οἱ σύμμαχοί σφισιν ἐπολεμώθησαν, ἥλω τε ὑπὸ τοῦ Πομπηίου τοῦ Στράβωνος καὶ ἐν τοῖς νικητηρίοις αὐτοῦ δεδεμένος ἐπόμπευσε, καὶ μετὰ τοῦτο ἀφεθεὶς ἔς τε τὸ συνεδριον χρόνῳ ὕστερον ἐνεγράφη καὶ στρατηγὸς τότε ὑπὸ u(po\ Rk., e)pi\ L. τοῦ Καίσαρος ἀπεδείχθη, καὶ ἐς τοσοῦτόν γε προϊὼν ἐπηυξήθη ὥστε καὶ τοὺς Πάρθους νικῆσαι καὶ ἐπινίκια αὐτῶν
51.6
πέμψαι. οἱ μὲν οὖν τῷ πρώτῳ μετʼ ἐκεῖνο ἔτει ἄρξοντες πάντες προκατέστησαν, ἐς δὲ δὴ τὸ δεύτερον οἵ τε ὕπατοι καὶ οἱ δήμαρχοι μόνοι· τοσοῦτον
51.7
ἐδέησε καὶ ἐς τὸ τρίτον τινὰ ἀποδειχθῆναι. καὶ ἔμελλε καὶ αὐτὸς δικτάτωρ ἐν ἀμφοτέροις αὐτοῖς ἄρξειν, τούς τε ἱππαρχήσοντας tou/s te i(pparxh/sontas Leuncl., tou= te i(pparxh/santos L. ἄλλον τέ τινα καὶ τὸν Ὀκτάουιον, καίπερ μειράκιον ἔτι καὶ τότε
51.8
ὄντα, προεχειρίσατο. ἔς τε τὸ παρόν, ἐν ᾧ ταῦτʼ ἐγίγνετο, ὕπατόν τε ἀνθʼ ἑαυτοῦ τὸν Δολοβέλλαν ἀντικατέστησε, a)ntikate/sthse R. Steph., a)ntekate/sthse L. καίτοι τοῦ Ἀντωνίου πάντα τὸν ἐνιαυτὸν μέλλοντος ἄρξειν· καὶ τῷ Λεπίδῳ τήν τε Γαλατίαν τὴν περὶ Νάρβωνα καὶ τὴν Ἰβηρίαν τὴν πλησιόχωρον προστάξας, δύο ἀντʼ αὐτοῦ au)tou= St., au)tw=n L. ἑτέρους, ἰδίᾳ γε ἑκάτερον, ἱππαρχῆσαι ἐποίησε.
51.9
πολλοῖς γὰρ εὐεργεσίας eu)ergesi/as Leuncl., eu)ergesi/an L. ὀφείλων διά τε τῶν τοιούτων αὐτὰς καὶ διὰ τῶν ἱερωσυνῶν ἀπεδίδου, ἔς τε τοὺς πεντεκαίδεκα ἔνα καὶ ἐς τοὺς ἑπτὰ αὖ καλουμένους τρεῖς ἑτέρους προσαποδείξας.