Book 43
5.1
ἐν ᾧ δὲ ταῦτʼ ἐγίγνετο, ὁ Καῖσαρ ἐπείρασε μὲν πάντα τρόπον ἐς χεῖρας τὸν Σκιπίωνα ὑπαγαγέσθαι, μὴ δυνηθεὶς δὲ λόγους τε φιλίους ἐς τοὺς στρατιώτας αὐτοῦ καθῆκε καὶ βιβλία
5.2
βραχέα διέρριψεν, ὑπισχνούμενος διʼ αὐτῶν τῷ μὲν ἐπιχωρίῳ τά τε οἰκεῖα ἀκέραια τηρήσειν καὶ αὐτοὺς ἐλευθέρους ἀφήσειν, τῷ δὲ Ῥωμαίῳ τήν τε ἄδειαν καὶ τὰ γέρα ἃ καὶ τοῖς συνοῦσίν οἱ ὤφειλε δώσειν· καὶ συχνούς γε ἐκ τούτου
5.3
προσεποιήσατο. Σκιπίων δὲ ἐπεχείρησε μὲν καὶ αὐτὸς καὶ βιβλία καὶ λόγους ἐς τοὺς ἐναντίους ἐσβαλεῖν ὡς καὶ σφετερισόμενός τινας, οὐ μέντοι καὶ μεταστῆσαι αὐτοὺς ἠδυνήθη, οὐχ ὅτι οὐκ ἂν καὶ τὰ ἐκείνου τινὲς ἀνθείλοντο, a)nqei/lonto Melber, a)nei/lonto L. εἴπερ
5.4
τι τῶν ὁμοίων ἐπηγγέλλετο, ἀλλʼ ὅτι ἆθλον μέν σφισιν οὐδὲν ὑπισχνεῖτο, τὸν δὲ δὴ δῆμον τὸν τῶν Ῥωμαίων τήν τε γερουσίαν ἄλλως ἐλευθερῶσαι αὐτοὺς παρεκάλει. καὶ οὕτως, ἐν ᾧ δὴ τὰ εὐπρεπέστερα τῷ λόγῳ μᾶλλον ἢ τὰ χρησιμώτερα τοῖς παροῦσιν ᾑρεῖτο, οὐδένα αὐτῶν ᾠκειώσατο.
6.1
μέχρι μὲν οὖν μόνος ὁ Σκιπίων ἐν τῷ στρατοπέδῳ ἦν, ταῦθʼ οὕτως ἐγίγνετο, ἐπεὶ δὲ καὶ ὁ Ἰόβας ἐπῆλθεν, ἠλλοιώθη. ἐκεῖνοι μὲν γὰρ καὶ προεκαλοῦντο τοὺς ἐναντίους ἐς μάχην, καὶ μὴ
6.2
βουλομένους συμβαλεῖν ἐλύπουν, τῷ τε ἱππικῷ τοὺς ἀποσκεδαννυμένους σφῶν ἰσχυρῶς ἔβλαπτον· ὁ δὲ δὴ Καῖσαρ οὔτε ou)/te Pflugk, ou)de\ L. ἐς χεῖρας αὐτοῖς ἑκὼν ᾔει, καὶ τὴν περιτείχισιν ἐπέσχε, καὶ τὴν τροφὴν ἀγαπητῶς ἥρπαζε, καὶ δυνάμεις ἄλλας
6.3
οἴκοθεν προσμετεπέμπετο. καὶ ὀψὲ μὲν καὶ χαλεπῶς ἐλθούσας αὐτάς (οὔτε γὰρ ἀθρόαι ἦσαν ἀλλὰ κατὰ βραχὺ συνελέγοντο, καὶ πλοίων ὥσθʼ ἅμα περαιωθῆναι ἠπόρουνʼ — ἐλθούσας δʼ οὖν ποτε προσλαβὼν ἀνεθάρσησεν αὖθις, καὶ ἐπεξαγαγὼν
6.4
παρετάξατο πρὸ τῆς ταφρείας. ἰδόντες δὲ τοῦτο οἱ ἐναντίοι ἀντιπαρετάξαντο μέν, οὐ μὴν καὶ συνέβαλόν sune/balon R. Steph., sune/ballon L. σφισιν. καὶ τοῦτο ἐπὶ πλείους ἡμέρας ἐγένετο· πλὴν γὰρ ὅτι τοῖς ἱππεῦσιν ἐπὶ βραχὺ συμμιγνύντες ἀνεχώρουν, οὐδὲν οὐδέτεροι μέγα παρέβαλον.