Book 43
7.1
ὁ οὖν Καῖσαρ ἐννοήσας ὅτι οὐκ ἂν δύναιτο ἄκοντας αὐτοὺς ὑπὸ τῶν χωρίων ἐς χεῖρας ἐλθεῖν ἀναγκάσαι, πρὸς Θάψον ὥρμησεν, ἵνʼ ἢ προσβοηθησάντων αὐτῶν τῇ πόλει συμβάλῃ sumba/lh| R. Steph., sumba/llhi L. σφίσιν,
7.2
ἢ περιιδόντων ἐκείνην γε ἕλῃ. ἡ δὲ δὴ Θάψος κεῖται μὲν ἐν χερρονήσῳ τρόπον τινά, ἔνθεν μὲν τῆς θαλάσσης ἔνθεν δὲ λίμνης παρηκούσης, στενὸν δὲ δὴ τὸν ἰσθμὸν καὶ ἑλώδη διὰ μέσου οὕτως ἔχει ὥστε διχῇ μὲν διʼ ἐλαχίστου δὲ ἐφʼ ἑκάτερα τοῦ ἕλους παρʼ αὐτὴν τὴν ῥαχίαν r(axi/an R. Steph., r(a/xhn L.
7.3
ἀμφοτέρωθεν παριέναι. πρὸς ταύτην οὖν τὴν πόλιν ὁ Καῖσαρ εἴσω τῶν στενῶν χωρήσας ἐτάφρευε καὶ ἐσταύρου. καὶ ἐκεῖνοι μὲν οὐδὲν πρᾶγμα αὐτῷ παρεῖχον (οὐ γὰρ ἦσαν ἀξιόμαχοἰ, ὁ δὲ δὴ Σκιπίων καὶ ὁ Ἰόβας ἐπεχείρησαν τὸ στόμα τοῦ ἰσθμοῦ, καθʼ ὃ πρὸς τὴν ἤπειρον τελευτᾷ, σταυρώμασι καὶ ταφρεύμασι διχῇ διαλαβόντες
8.1
ἀνταποτειχίσαι. ἐν ἔργῳ δὲ αὐτῶν ὄντων καὶ πολὺ καθʼ ἑκάστην ἡμέραν ἀνυόντων (ὅπως γάρ τοι θᾶσσον διατειχίσωσι, τούς τε ἐλέφαντας καθʼ ὃ μηδέπω διετετάφρευτο dieteta/freuto Reim., dieta/freuto L. ἀλλʼ εὐέφοδόν τι τοῖς πολεμίοις ἦν προσέταξαν, καὶ τὰ λοιπὰ πάντες
8.2
εἰργάζοντὀ ἐπέθετο ὁ Καῖσαρ αἰφνίδιον τοῖς ἐτέροις τοῖς toi=s supplied by Reim. περὶ τὸν Σκιπίωνα, καὶ τοὺς ἐλέφαντας πόρρωθεν σφενδόναις καὶ τοξεύμασιν ἐκταράξας ἐφέσπετό τε αὐτοῖς ἀναχωρήσασι, καὶ παρὰ δόξαν τοῖς ἐργαζομένοις προσμίξας καὶ ἐκείνους ἐτρέψατο, καί σφισι φυγοῦσιν ἐς
8.3
τὸ ἔρυμα συνεσπεσὼν αὐτοβοεὶ αὐτὸ εἷλεν. ἰδὼν δὲ ταῦτα ὁ Ἰόβας οὕτως ἐξεπλάγη καὶ ἔδεισεν ὡς μήτε ἐς χεῖράς τινι ὑπομεῖναι ἐλθεῖν μήτε
8.4
τὸ στρατόπεδον διὰ φυλακῆς ποιήσασθαι. ἐκεῖνος μὲν οὖν φυγὼν καὶ οἴκαδε ἐπειχθείς, ἔπειτʼ ἐπειδὴ μηδεὶς αὐτόν, ἄλλως τε καὶ τοῦ Σιττίου τοὺς ἀντικαταστάντας οἱ προνενικηκότος, ἐδέξατο, ἀπέγνω τε τὴν σωτηρίαν, καὶ τῷ Πετρεΐῳ μηδεμίαν μηδʼ αὐτῷ ἐλπίδα ἀδείας ἔχοντι ἐμονομάχησε
9.1
καὶ συναπέθανε. Καῖσαρ δὲ τό τε σταύρωμα εὐθὺς μετὰ τὴν φυγὴν αὐτοῦ ἔλαβε, καὶ φόνον πλεῖστον τῶν προστυχόντων ἁπάντων σφίσιν ἐποίησεν· οὐδὲ γὰρ τῶν μεταστάντων ἐφείσατο. κἀκ τούτου τάς τε ἄλλας πόλεις