Thesauros Literature History Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) Cassius Dio Cocceianus

Book 44

arg. τάδε ἔνεστιν ἐν τῷ τετταρακοστῷ τετάρτῳ τῶν Δίωνος Ῥωμαϊκῶν
arg. α. περὶ τῶν τῷ Καίσαρι ψηφισθέντων.
arg. β. περὶ τῆς ἐπιβουλῆς τῆς ἐπʼ αὐτὸν συστάσης.
arg. γ. ὡς Καῖσαρ ἐσφάγη.
arg. δ. ὡς δόγμα ἐγένετο μὴ μνησικακεῖν αὐτοὺς ἀλλήλοις.
arg. ε. περὶ τῆς τοῦ Καίσαρος ταφῆς καὶ τοῦ λεχθέντος ἐπʼ αὐτῷ λόγου. χρόνου πλῆθος μέρος τι me/ros ti Bs., me/xri L. τῆς Ἰουλίου Καίσαρος δικτατορίας τὸ ε μετὰ Αἰμιλίου Λεπίδου ἱππάρχου καὶ ὑπατείας τὸ ε μετὰ Μάρκου Ἀντωνίου.
1.1 ὁ μὲν οὖν Καῖσαρ ταῦθʼ οὕτως ὡς καὶ ἐπὶ τοὺς Πάρθους στρατεύσων ἔπραξεν, οἶστρος δέ τισιν ἀλιτηριώδης φθόνῳ τε τοῦ προήκοντος proh/kontos Leuncl., prosh/kontos L. καὶ μίσει τοῦ προτετιμημένου σφῶν προσπεσὼν ἐκεῖνόν τε ἀνόμως ἀπέκτεινε, καινὸν ἀνοσίου δόξης ὄνομα προσλαβών, καὶ τὰ ψηφισθέντα διεσκέδασε,
1.2 στάσεις τε αὖθις ἐξ ὁμονοίας καὶ πολέμους ἐμφυλίους τοῖς Ῥωμαίοις παρεσκεύασεν· ἔλεγον μὲν γὰρ καθαιρέται τε τοῦ Καίσαρος καὶ ἐλευθερωταὶ τοῦ δήμου γεγονέναι, τὸ δὲ ἀληθὲς ἐκείνῳ τε ἀσεβῶς ἐπεβούλευσαν καὶ τὴν πόλιν ὀρθῶς
2.1 ἤδη πολιτευομένην ἐστασίασαν. δημοκρατία γὰρ ὄνομα μὲν εὔσχημον ἔχει καί τινα καὶ ἰσομοιρίαν πᾶσιν ἐκ τῆς ἰσονομίας φέρειν δοκεῖ, ἐν δὲ δὴ τοῖς ἔργοις ἐλέγχεται μηδὲν ὁμολογοῦσα τῷ προσρήματι· καὶ τοὐναντίον ἡ μοναρχία δυσχερὲς μὲν ἀκοῦσαι, χρησιμώτατον δὲ ἐμπολιτεύσασθαι ἐστί. ῥᾷόν τε γὰρ ἕνα τινὰ χρηστὸν ἢ πολλοὺς
2.2 εὑρεῖν· ἄν τε te Bk., ge L. καὶ τοῦτο χαλεπόν τισιν εἶναι δοκῇ, πᾶσα ἀνάγκη pa=sa a)na/gkh R. Steph., pa/shi a)na/gkhi L. ἐκεῖνό γε ἀδύνατον ὁμολογηθῆναι εἶναι· οὐ γὰρ προσήκει τοῖς πολλοῖς ἀρετὴν κτᾶσθαι. εἰ δʼ οὖν καὶ φαῦλός τις αὐταρχήσειεν, ἀλλὰ τοῦ γε ge H. Steph., te L. πλήθους τῶν ὁμοίων αἱρετώτερός ἐστιν, ὥσπερ που καὶ τὰ ἔργα τά τε τῶν Ἑλλήνων καὶ τὰ τῶν βαρβάρων, τῶν τε Ῥωμαίων αὐτῶν,
1 / 37 Next →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme