Thesauros Literature History Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) Cassius Dio Cocceianus

Book 44

33.5 ταῦτα μὲν ἐν τῷ παρόντι πρὸς τὸ κατεπεῖγον ἤδη λέγω· ἐπειδὰν δὲ καταστῇ τὰ πράγματα, τότε καὶ περὶ τῶν λοιπῶν σκεψώμεθα.”
34.1 Κικέρων μὲν τοιαῦτα εἰπὼν ἔπεισε τὴν γερουσίαν μηδένα μηδενὶ μνησικακῆσαι ψηφίσασθαι· ἐν ᾧ δὲ ταῦτʼ ἐγίγνετο, καὶ οἱ σφαγεῖς ὑπέσχοντο τοῖς στρατιώταις μηδὲν τῶν ὑπὸ τοῦ Καίσαρος
34.2 πραχθέντων καταλύσειν. ἐπειδὴ γὰρ δεινῶς αὐτοὺς ἀγανακτοῦντας ᾔσθοντο μὴ καὶ τῶν δοθέντων σφίσιν ὑπʼ αὐτοῦ στερηθῶσιν, ἔσπευσαν, πρὶν καὶ ὁτιοῦν τὴν βουλὴν διαγνῶναι, προκαταλαβεῖν αὐτούς, κἀκ τούτου τούς τε παρόντας αὐτοῦ κάτω προκαλοῦντες ἐς ἐπήκοον διελέγοντό
34.3 σφισι τὰ προσήκοντα, καὶ ἐς τὴν ἀγορὰν γράμματα καταπέμποντες ἐπηγγέλλοντο μήτʼ mh/t' Pflugk, mhd' L. ἀφαιρήσεσθαι a)fairh/sesqai Pflugk, a)faireqh/sesqai L. μηδένα μηδὲν μήτʼ ἄλλως λυπήσειν, τό τε κῦρος σύμπασι su/mpasi Xyl., su\n pa=si L. τοῖς πραχθεῖσιν ὑπὸ τοῦ Καίσαρος ἐκβεβαιοῦν· καὶ ἐς τὴν ὁμόνοιαν αὐτοὺς προετρέποντο, proetre/ponto H. Steph., proetra/ponto L. ὅρκοις τοῖς μεγίστοις ἦ μὴν ἀψευδήσειν
34.4 πάντα πιστούμενοι. ὡς οὖν καὶ τὰ τῇ βουλῇ δόξαντα διηγγέλθη, οὔτε οἱ στρατιῶται τῷ Λεπίδῳ ἔτι προσεῖχον οὔτε ἐκεῖνοι δέος τι αὐτοῦ ἔσχον, ἀλλʼ ἐς τὰς καταλλαγάς, τοῦ Ἀντωνίου τὰ μάλιστα ἐνάγοντός σφας, καὶ παρὰ τὴν γνώμην
34.5 αὐτοῦ ὥρμησαν. ὁ μὲν γὰρ Λέπιδος πρόσχημα τὴν τοῦ Καίσαρος τιμωρίαν ποιούμενος νεωτέρων πραγμάτων ἐπεθύμει, καὶ ἅτε καὶ στρατεύματα ἔχων τήν τε δυναστείαν αὐτοῦ διαδέξεσθαι diade/cesqai R. Steph., diade/casqai L. καὶ ἐν κράτει γενήσεσθαι προσεδόκα, καὶ διὰ ταῦτʼ
34.6 ἐπολεμοποίει· ὁ δὲ Ἀντώνιος τά τε ἐκείνου τοιαῦθʼ ὁρῶν ὄντα, καὶ αὐτὸς μηδεμίαν ἰσχὺν περιβεβλημένος, οὔτε τι ἐτόλμησε τότε γε νεοχμῶσαι, καὶ τὸν Λέπιδον ἡττηθῆναι τοῦ πλείονος, ἵνα μὴ μείζων γένηται, προσανέπεισεν. συνέβησαν μὲν οὖν ἐφʼ οἷσπερ ἐψήφιστο, οὐ μέντοι καὶ πρότερον οἱ ἐν τῷ Καπιτωλίῳ ὄντες κατέβησαν πρὶν τόν τε τοῦ Λεπίδου καὶ τὸν τοῦ Ἀντωνίου παῖδα ἐν ὁμήρων λόγῳ λαβεῖν. καὶ Βροῦτος μὲν πρὸς τὸν

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme