Thesauros Literature History Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) Cassius Dio Cocceianus

Book 44

36.2 ἐπειδὴ δὲ οὗτός τε τὴν μεγίστην ἐν ὑμῖν ἡγεμονίαν ἔχων ἀπόλωλε καὶ ἐγὼ τὴν δευτέραν ἄρχω λαβών, τόν τε λόγον ἀνάγκη μοι διπλοῦν, τὸν μὲν ὡς κληρονόμῳ γεγραμμένῳ τὸν δὲ ὡς ἄρχοντι, ποιήσασθαι, καὶ μηδʼ ὁτιοῦν τῶν λεχθῆναι ὀφειλόντων παραλιπεῖν, ἀλλʼ ἅπερ ἂν ὁ σύμπας δῆμος ἀπὸ μιᾶς γλώσσης, εἴγε μίαν
36.3 φωνὴν ἠδυνήθη λαβεῖν, ὕμνησεν, εἰπεῖν. εὖ μὲν γὰρ οἶδα τοῦθʼ, ὅτι χαλεπόν ἐστι τῆς διανοίας ὑμῶν τυχεῖν. ἄλλως τε γὰρ οὐ ῥᾴδιον τῶν τηλικούτων ἐφικέσθαι· τίς γὰρ ἂν λόγος ἔργοις μεγάλοις ἐξισωθείη; καὶ ὑμεῖς τὰ βουλήματα ἄπληστα ἐξ ὧν σύνιστε ἔχοντες οὐκ εὐχερεῖς
36.4 αὐτῶν κριταὶ γενήσεσθε. εἰ μὲν γὰρ ἐν ἀγνῶσί τισιν οἱ λόγοι ἐγίγνοντο, ῥᾷστον ἂν ἦν αὐτοὺς τῷ γε ge Rk., te LM. μεγέθει τῶν ἔργων ἐκπλήξαντα πεῖσαι· νῦν δʼ ὑπὸ τοῦ συνήθους ἔλαττον ἀνάγκη ἐστὶ a)na/gkh e)sti\ R. Steph., a)nagkasqh=i LM. πᾶν τὸ λεχθησόμενον τοῦ πεπραγμένου νομισθῆναι.
36.5 οἱ μὲν γὰρ ἀλλότριοι, κἂν ἀπιστήσωσιν αὐτοῖς διὰ φθόνον, ἀλλʼ ὑπʼ αὐτοῦ γε ἐκείνου πᾶν τὸ ἀκουσθὲν αὔταρκες ἡγοῦνται· τὸ δὲ ὑμέτερον ἀκόρεστον ὑπὸ τῆς εὐνοίας ἐξ ἀνάγκης γίγνεται. τῶν γὰρ ἀρετῶν τῶν τοῦ Καίσαρος αὐτοὶ πλεῖστον ἀπολελαυκότες καὶ τὸν ἔπαινον αὐτῶν οὐ φθονερῶς, ὡς οὐδὲν προσήκοντα, ἀλλʼ εὐμενῶς,
36.6 ὡς οἰκεῖον, ἀπαιτεῖτε. σπουδάσω δʼ οὖν ἐπὶ μακρότατον τὰς βουλήσεις ὑμῶν ἀποπληρῶσαι, εὖ εἰδὼς ὅτι οὐ πρὸς τὴν δύναμίν μου τῶν λόγων καὶ τὴν προαίρεσιν ἐξετάσετε, ἀλλʼ ἐκ τῆς προθυμίας καὶ τὸ κατʼ ἐκείνην ἐνδεὲς ἀνισώσετε. a)nisw/sete Dind., a)nasw/sete LM.
37.1 λέξω δὲ περὶ τοῦ γένους αὐτοῦ πρῶτον, οὐχ ὅτι λαμπρότατόν ἐστι· καίτοι καὶ τοῦτο οὐ σμικρὸν ἐς ἀρετῆς φύσιν φέρει, τὸ μήτε ἀπὸ ταὐτομάτου τινὰ ἀλλʼ ἐκ παρασκευῆς συγγενοῦς
37.2 ἀγαθὸν γενέσθαι. οἱ μὲν γὰρ οὐκ ἐξ εὐγενῶν φύντες δύναιντο μὲν ἂν καὶ προσποιητῶς ἀνδραγαθίζεσθαι, δύναιντο δʼ ἂν καὶ ἐλεγχθῆναί ποτε ἐς τὸ κακογενὲς ὑπὸ τοῦ συμφύτου· ὅσοις δὲ ἄνωθεν ἐκ πολλοῦ σπέρμα ἀνδραγαθίας ὑπάρχει, πᾶσα αὐτοὺς ἀνάγκη καὶ αὐτόφυτον καὶ

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme