Book 44
37.3
διαρκῆ τὴν ἀρετὴν ἔχειν. οὐ μὴν ἀλλʼ ἔγωγε οὐ τοῦτο μάλιστα νῦν ἐπαινῶ τοῦ Καίσαρος, ὅτι τὰ μὲν νεώτατα ἐκ πολλῶν καὶ γενναίων ἀνδρῶν ἔφυ, τὰ δὲ ἀρχαιότατα ἐκ βασιλέων καὶ θεῶν ἐγίγνετο, ἀλλʼ ὅτι πρῶτον μὲν τῆς πόλεως ἡμῶν ὅλης συγγενής ἐστιν (ἐκ γὰρ ὧν οὗτος ἐγεννήθη, πρὸς
37.4
τούτων ἡμεῖς ᾠκίσθημενʼ, ἔπειθʼ ὅτι τῶν προπατόρων αὐτοῦ ἐς τὸ θεῖον διʼ ἀρετὴν ἀνήκειν νομισθέντων οὐχ ὅπως ἐπηλήθευσε τὴν φήμην, ἀλλὰ καὶ ἐπηύξησεν, ὥστʼ εἰ καί τις ἠμφεσβήτει h)mfesbh/tei Bs., h)mfisbh/tei LM. πρότερον μήποτʼ ἂν ἐκ τῆς Ἀφροδίτης τὸν Αἰνείαν γενέσθαι, νῦν δὴ πιστευσάτω.
37.5
θεοῖς μὲν γὰρ ἤδη τινὲς οὐκ ἄξιοι παῖδες ἐπεφημίσθησαν· τούτου δὲ οὐδʼ ἂν εἷς ἀπαξιώσειεν θεοὺς τοὺς προγόνους γεγονέναι. ἐβασίλευσε μὲν γὰρ καὶ αὐτὸς ὁ Αἰνείας καὶ τῶν ἐγγόνων αὐτοῦ τινες· τοσούτῳ δὲ οὗτος ἀμείνων ἐκείνων ἐγένετο ὅσῳ οἱ μὲν Λαουινίου *laouini/ou Bk., labini/ou LM. καὶ
37.6
Ἄλβης ἐμονάρχησαν, οὗτος δὲ τῆς Ῥώμης οὐκ ἠθέλησε βασιλεῦσαι, καὶ οἱ μὲν τὴν κρηπῖδα τῆς πόλεως ἡμῶν προκατεβάλοντο, οὗτος δὲ ἐς τοσοῦτον αὐτὴν ἐπῆρεν ὥστε τά τε ἄλλα καὶ ἀποικίας μείζους ὧν ἐκεῖνοι πόλεων ἐβασίλευσαν καταστήσασθαι.
38.1
τὰ μὲν οὖν τοῦ γένους οὕτως αὐτῷ ἔχει· ὅτι δὲ δὴ τήν τε τροφὴν καὶ τὴν παιδείαν ἀκόλουθον τῷ τῆς εὐγενείας ὄγκῳ ἔλαβε, πῶς ἄν τις μᾶλλον κατανοήσειεν ἢ οἷς τὰ ἔργα πίστιν ἀναγκαίαν
38.2
αὐτῷ παρέχεται; ᾧ γὰρ τό τε σῶμα διαρκέστατον καὶ ἡ ψυχὴ πολυαρκεστάτη πρὸς πάνθʼ ὁμοίως καὶ τὰ εἰρηναῖα καὶ τὰ πολέμια διαφανῶς diafanw=s Reim., diafane\s LM. ὑπῆρξε, πῶς οὐκ ἀνάγκη τοῦτον καὶ τεθράφθαι teqra/fqai St., tetra/fqai LM. ἄριστα; καίτοι χαλεπὸν μὲν περικαλλέστατόν τινα ἀνδρῶν ὄντα καρτερικώτατον γενέσθαι,
38.3
χαλεπὸν δὲ ἰσχυριζόμενόν τινα tina Rk., ti LM. τῷ σώματι φρονιμώτατον ἐκβῆναι, παγχάλεπον δὲ τὸν αὐτὸν καὶ ἐν τοῖς λόγοις καὶ ἐν τοῖς ἔργοις διαπρέψαι. οὗτός γε ge R. Steph., te LM. μήν — λέγω δὲ ἐν εἰδόσιν, ὥστε μήτε τι ἀρχὴν ψεύσασθαι, καὶ γὰρ ἂν αὐτόφωρος ἁλισκοίμην, μήτε ἐπὶ τὸ μεῖζον ὀγκῶσαι, καὶ γὰρ ἂν a)\n supplied by Pflugk. ἐς τοὐναντίον οὗ βούλομαι bou/lomai *w, bouleu/omai LM. καθισταίμην.