Thesauros Literature History Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) Cassius Dio Cocceianus

Book 44

38.4 αὐτός τε γὰρ ἀλαζονεύεσθαι δικαιότατα, ἄν γέ τι τοιοῦτο toiou=to R. Steph., tou=to LM. ποιήσω, ὑποπτευθήσομαι, καὶ τὴν τούτου ἀρετὴν ἐλάσσω τῆς ὑπαρχούσης αὐτῷ παρʼ ὑμῖν δόξης φαίνεσθαι ποιεῖν νομισθήσομαι. πᾶς γὰρ λόγος ἐν τῷ τοιῷδε λεγόμενος, κἂν τὸ βραχύτατον ψεύδους to\ braxu/taton yeu/dous Bk., to\ braxu\ to\ yeu=dos LM. προσλάβῃ, οὐχ ὅσον οὐκ ἔπαινον αὐτῷ φέρει, ἀλλὰ καὶ ἔλεγχον αὐτοῦ
38.5 ἔχει· τὸ γὰρ συνειδὸς τῶν ἀκροωμένων, οὐχ ὁμολογοῦν τῷ πεπλασμένῳ, πρός τε τὴν ἀλήθειαν φέρεται, καὶ τάχα ἀρκεσθὲν αὐτῇ μανθάνει τε ἅμα ὁποῖόν τινα ἐχρῆν εἶναι, καὶ παραβάλλον ἑκάτερα καταφωρᾷ τὸ λεῖπον. ἀληθεύων οὖν λέγω τοῦθʼ, ὅτι ὁ Καῖσαρ οὗτος τό τε σῶμα ἅμα ἱκανώτατος
38.6 καὶ τὴν ψυχὴν εὐκολώτατος ἐγένετο. τῇ τε γὰρ τῆς φύσεως ἰσχύι θαυμαστῇ ἐκέχρητο, καὶ παιδείᾳ παντοδαπῇ ἀκριβῶς ἤσκητο, καὶ διὰ τοῦτο οὐκ ἀπεικότως καὶ γνῶναι πᾶν τὸ δέον ὀξύτατα καὶ ἑρμηνεῦσαι πιθανώτατα διαθέσθαι τε καὶ διοικῆσαι φρονιμώτατα ἀεὶ ἠδυνήθη, καὶ οὔτε τις αὐτὸν καιροῦ ῥοπὴ αἰφνιδίως οἱ προσπεσοῦσα προκατέλαβεν, οὔτʼ ἀπόρρητος μέλλησις χρονίσασα
38.7 διέλαθε. die/laqe Rk., diela/qeto LM cod. Peir. πάντα γὰρ ἀεὶ πρὶν ἐπαρτηθῆναι e)parthqh=nai Rk., a)parthqh=nai L. καὶ προδιεγίγνωσκε, καὶ πρὸς πάντα τὰ συμβῆναί τινι tini L (and M by cor.), ti cod. Peir. (and M originally'. δυνάμενα προπαρεσκεύαστο· τό τε κρυπτόμενον ἰσχυρῶς ἀνευρεῖν καὶ τὸ φαινόμενον πιθανῶς ψευδαγνοεῖν, τό τε λανθάνον lanqa/non Leuncl., lanqa/nein LM cod, Peir. εἰδέναι προσποιήσασθαι καὶ τὸ γιγνωσκόμενον
38.8 ἀποκρύψασθαι, τούς τε καιρούς σφισιν ἐφαρμόσαι καὶ τοὺς λογισμοὺς ὑπὲρ αὐτῶν ἀποδοῦναι, καὶ προσέτι καὶ ἐπιτελέσαι καὶ ἐπεξελθεῖν πάνθʼ ὡς ἕκαστα καλῶς ἠπίστατο.
39.1 τεκμήριον δέ, τά τε ἴδια εὐοικότατός τε ἅμα καὶ εὐδαπανώτατος ἐγένετο, ἀκριβὴς μὲν ὢν ἐς τὸ τὰ ὑπάρχοντα διαρκῶς φυλάξαι, δαψιλὴς δὲ ἐς τὸ τὰ προσήκοντα ἀφειδῶς ἀναλῶσαι, καὶ τοὺς συγγενεῖς πάντας πλὴν τῶν ἀνοσιωτάτων

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme