Book 44
39.2
ἰσχυρῶς ἠγάπησεν· οὔτε γὰρ δυστυχήσαντά τινα αὐτῶν ὑπερεῖδεν οὔτε εὐτυχήσαντί τινι ἐφθόνησεν, ἀλλὰ καὶ τούτοις τὰ προϋπάρχοντα συνεπηύξησε καὶ ἐκείνοις τὰ ἐλλείποντα ἀνεπλήρωσε, τοῖς μὲν χρήματα τοῖς δὲ χωρία τοῖς δὲ ἀρχὰς
39.3
τοῖς δὲ ἱερωσύνας δούς. καὶ μέντοι καὶ πρὸς τοὺς φίλους τούς τε ἄλλους τοὺς προσομιλοῦντάς οἱ θαυμαστῶς προσεφέρετο· οὔτε γὰρ ὑπερεφρόνει τινὰ αὐτῶν οὔθʼ ὕβριζεν, ἀλλʼ εὐπροσήγορος πᾶσιν ὁμοίως ὢν τούς τε ὑπουργοῦντάς τι πολλαπλασίως ἠμείβετο καὶ τοὺς λοιποὺς εὐεργεσίαις ἀνηρτᾶτο, καὶ οὔτε λαμπρυνόμενόν τινα ἐβάσκηνέ ποτε οὔτʼ αὐξανόμενον ἐταπείνωσεν,
39.4
ἀλλʼ ὡς καὶ αὐτὸς διὰ πάντων σφῶν καὶ μεγαλυνόμενος καὶ ἰσχὺν καὶ κόσμον προσκτώμενος, ἔχαιρε πλείστους ἑαυτῷ παρισουμένους. τοιοῦτος μέντοι περὶ τοὺς φίλους καὶ περὶ τοὺς γνωρίμους ὢν οὐδʼ ἐς τοὺς ἐχθροὺς ὠμὸς οὐδʼ
39.5
ἀπαραίτητος ἐγένετο, ἀλλὰ πολλοὺς μὲν καὶ τῶν ἰδίᾳ τι προσκρουσάντων οἱ ἀθῴους ἀφῆκε, πολλοὺς δὲ καὶ τῶν προσπολεμησάντων ἀπέλυσε, καί τισιν αὐτῶν καὶ τιμὰς καὶ ἀρχὰς ἔδωκεν. οὕτω που πᾶς πρὸς ἀρετὴν ἐπεφύκει, καὶ κακίαν οὐ μόνον αὐτὸς οὐκ εἶχεν ἀλλʼ οὐδὲ ἐν ἄλλῳ τινὶ ἐνεῖναι ἐπίστευεν.
40.1
ἐπεὶ δὲ ἐς τούτους τοὺς λόγους ἀφικόμην, a)fiko/mhn R. Steph., a)fi/komai LM cod. Peir. ἄρξομαι περὶ τῶν κοινῶν αὐτοῦ πολιτευμάτων λέγειν. καὶ γὰρ εἰ μὲν ἐν ἡσυχίᾳ ἐβεβιώκει, τάχʼ ἂν ἀνέλεγκτον ta/x' a)\n a)ne/legkton L, ta/x' a)\n a)nane/legkton M, ta/xa a)ne/legkton cod. Peir. τὴν ἀρετὴν ἔσχεν· νῦν δὲ ἐπὶ πλεῖστον αὐξηθείς, καὶ μέγιστος οὐχ ὅτι τῶν καθʼ ἑαυτὸν ἀνθρώπων ἀλλὰ καὶ τῶν ἄλλων ἁπάντων τῶν τι δυνηθέντων γενόμενος, ἐκπρεπέστερον
40.2
αὐτὴν ἐπεδείξατο. e)pedei/cato Bk., a)pedei/cato LM cod. Peir. ἐκείνους μὲν γὰρ σχεδόν τι πάντας αὕτη ἡ ἐξουσία διήλεγξε, τοῦτον δὲ ἐπὶ μᾶλλον ἐξέφηνε. τῷ γὰρ μεγέθει τῆς ἀρετῆς ἀντιπάλους πράξεις λαβὼν ἰσοστάσιος αὐταῖς ηὑρέθη, καὶ μόνος ἀνθρώπων τηλικαύτην αὑτῷ τύχην ἐξ ἀνδραγαθίας κτησάμενος οὔτε διέβαλεν