Thesauros Literature History Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) Cassius Dio Cocceianus

Book 44

45.1 ἀλλὰ ταῦτα μὲν ἐάσω· οὐδὲ γὰρ οὐδʼ αὐτὸς ὁ Καῖσαρ ἐσεμνύνατό ποτε ἐπʼ αὐτοῖς, μισῶν ἀεὶ τὰ a)ei\ ta\ Kübler, au)ta\ LM, au)= ta\ cod. Peir. τῆς ἀνάγκης· ἐπεὶ δὲ τὸ δαιμόνιον δικαιότατα τὴν μάχην ἔκρινε, τίνα μὲν τῶν τότε πρῶτον ἁλόντων ἀπέκτεινε, τίνα δὲ οὐκ ἐτίμησεν, οὐχ ὅτι τῶν βουλευτῶν ἢ τῶν ἱππέων ἢ καὶ ὅλως τῶν πολιτῶν, ἀλλὰ καὶ τῶν συμμάχων τῶν τε ὑπηκόων;
45.2 οὐδὲ γὰρ οὐδὲ ἐκείνων τις οὔτʼ ἀπέθανε βιαίως οὔτε αἰτίαν ἔλαβεν, οὐκ ἰδιώτης, οὐ βασιλεύς, οὐκ ἔθνος, οὐ πόλις· ἀλλʼ οἱ μὲν καὶ συνεξητάσθησαν αὐτῷ, οἱ δὲ τὴν γοῦν ἄδειαν ἐντίμως ἔσχον, ὥστε τότε δὴ καὶ πάντας ὀδύρεσθαι τῶν
45.3 ἀπολωλότων. τοσαύτῃ γὰρ περιουσίᾳ φιλανθρωπίας ἐχρήσατο ὥστε τοὺς μὲν συναραμένους τῷ Πομπηίῳ ἐπαινέσαι καὶ πάντα σφίσι τὰ δοθέντα ὑπʼ αὐτοῦ φυλάξαι, τὸν δὲ δὴ dh\ cod. Peir., om. LM. Φαρνάκην καὶ τὸν Ὀρώδην μισῆσαι ὅτι οὐκ ἐπεκούρησαν φίλοι
45.4 αὐτοῦ ὄντες. καὶ διὰ τοῦτό γε οὐχ ἥκιστα τῷ μὲν οὐκ ἐς μακρὰν ἐπολέμησε, τῷ δὲ ἐπιστρατεύσειν ἔμελλε. πάντως δʼ ἂν καὶ Lacuna recognized by Xyl. ζῶντα εἰλήφει. τεκμήριον δὲ ὅτι μήτε εὐθὺς αὐτὸν ἐπεδίωξεν ἀλλὰ κατὰ σχολὴν εἴασε φυγεῖν, καὶ
45.5 τὸν θάνατον αὐτοῦ ἀηδῶς ἤκουσε, τούς τε φονεύσαντας αὐτὸν οὐκ ἐπῄνεσεν ἀλλὰ καὶ ἀνταπέκτεινεν οὐ πολλῷ ὕστερον, καὶ αὐτόν γε τὸν Πτολεμαῖον, ὅτι καίτοι παῖς ὢν τὸν εὐεργέτην ἀπολόμενον περιεῖδε, προσδιέφθειρε.
46.1 μετὰ ταῦτα τοίνυν ὅπως μὲν τὴν Αἴγυπτον κατεστήσατο, καὶ ὅσα χρήματα ἐκεῖθεν ὑμῖν ἐκόμισε, περιττὸν ἂν εἴη λέγειν· στρατεύσας δὲ ἐπὶ τὸν Φαρνάκην οὐκ ὀλίγα ἤδη τοῦ τε Πόντου καὶ τῆς Ἀρμενίας ἔχοντα, προσηγγέλθη τε ἅμα αὐτῷ προσιὼν καὶ ὤφθη παρὼν καὶ συνέβαλεν
46.2 αὐθημερὸν καὶ ἐνίκησεν. ἀφʼ ὧνπερ οὐχ ἥκιστα διέδειξεν ὅτι οὐδὲν χείρων ἐν τῇ Ἀλεξανδρείᾳ ἐγένετο, οὐδʼ ὑπὸ τρυφῆς ἐν αὐτῇ ἐνεχρόνισε· πῶς γὰρ ἂν ῥᾳδίως ἐκεῖνα ἔπραξε μὴ πολλῇ μὲν παρασκευῇ διανοίας πολλῇ δὲ καὶ ῥώμῃ χρώμενος;
46.3 ὡς δʼ οὖν καὶ ὁ Φαρνάκης ἔφυγε, παρεσκευάζετο μὲν εὐθὺς ἐπὶ τὸν Πάρθον στρατεῦσαι, στασιασάντων δὲ αὖθις ἐνταῦθά τινων ἀνεκομίσθη τε ἄκων, καὶ οὕτως αὖ καὶ ταῦτα διέθετο ὥστε

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme