Book 44
48.2
καὶ προστάτην διατελῆ τῆς τε πόλεως καὶ τῆς ἀρχῆς ἁπάσης ἔχειν ἐπεθυμήσατε, μηδὲν περὶ τῶν ὀνομάτων διενεχθέντες, ἀλλὰ καὶ πάντα αὐτῷ ὡς καὶ ἐλάττονα αὐτοῦ προσθέντες, ἵνʼ ὅσον καθʼ ἕκαστον αὐτῶν ἐκ τοῦ νομιζομένου πρὸς τὸ τελειότατον καὶ τῆς τιμῆς καὶ τῆς ἐξουσίας ἐνέδει, τοῦτο ἐκ τῆς παρὰ τῶν ἄλλων συντελείας ἀνταναπληρωθῇ.
48.3
διὰ γὰρ τοῦτο ἀρχιερεὺς μὲν πρὸς τοὺς θεούς, ὕπατος δὲ πρὸς ἡμᾶς, αὐτοκράτωρ δὲ πρὸς τοὺς στρατιώτας, δικτάτωρ δὲ πρὸς τοὺς πολεμίους ἀπεδείχθη. καὶ τί ταῦτʼ ἐξαριθμοῦμαι, ὁπότε καὶ πατέρα αὐτὸν ἑνὶ λόγῳ e(ni\ lo/gw| Rk., e)n o)li/gwi LM. τῆς πατρίδος ἐπεκαλέσατε; e)pekale/sate M, e)pekale/sato L. ἵνα μὴ τὰς ἄλλας αὐτοῦ προσηγορίας καταλέγω.
49.1
Ἀλλʼ οὗτος ὁ πατήρ, οὗτος ὁ ἀρχιερεὺς ὁ ἄσυλος ὁ ἥρως ὁ θεὸς τέθνηκεν, οἴμοι, τέθνηκεν οὐ νόσῳ βιασθείς, οὐδὲ γήρᾳ μαρανθείς, οὐδὲ ἔξω που ἐν πολέμῳ τινὶ τρωθείς, οὐδὲ ἐκ δαιμονίου τινὸς αὐτομάτως ἁρπασθείς, a(rpasqei\s Reim. (so Zon. BCc), a(rpaxqei\s LM Zon. AD. ἀλλὰ ἐνταῦθα ἐντὸς τοῦ τείχους ἐπιβουλευθεὶς ὁ καὶ ἐς Βρεττανίαν
49.2
ἀσφαλῶς στρατεύσας, ἐν τῇ πόλει ἐνεδρευθεὶς ὁ καὶ τὸ πωμήριον αὐτῆς ἐπαυξήσας, ἐν τῷ βουλευτηρίῳ κατασφαγεὶς ὁ καὶ ἴδιον ἄλλο κατασκευάσας, ἄοπλος ὁ εὐπόλεμος, γυμνὸς ὁ εἰρηνοποιός, πρὸς τοῖς δικαστηρίοις ὁ δικαστής, πρὸς ταῖς ἀρχαῖς ὁ ἄρχων, ὑπὸ τῶν πολιτῶν ὃν μηδεὶς τῶν πολεμίων μηδʼ ἐς τὴν θάλασσαν ἐκπεσόντα ἀποκτεῖναι ἠδυνήθη, ὑπὸ τῶν ἑταίρων ὁ πολλάκις αὐτοὺς ἐλεήσας.
49.3
ποῦ δῆτά σοι, Καῖσαρ, ἡ φιλανθρωπία, ποῦ δὲ ἡ ἀσυλία, ποῦ δὲ οἱ νόμοι; ἀλλὰ σὺ μέν, ὅπως μηδʼ ὑπὸ τῶν ἐχθρῶν τις φονεύηται, πολλὰ ἐνομοθέτησας, σὲ δὲ οὕτως οἰκτρῶς ἀπέκτειναν οἱ φίλοι, καὶ νῦν ἔν τε τῇ ἀγορᾷ πρόκεισαι ἐσφαγμένος, δι’ ἧς πολλάκις ἐπόμπευσας ἐστεφανωμένος, καὶ ἐπὶ τοῦ βήματος ἔρριψαι κατατετρωμένος,
49.4
ἀφʼ οὗ πολλάκις ἐδημηγόρησας. οἴμοι πολιῶν ᾑματωμένων, ὢ στολῆς ἐσπαραγμένης, ἣν ἐπὶ τούτῳ μόνον, ὡς ἔοικεν, ἔλαβες, ἵνʼ ἐν ταύτῃ σφαγῇς.”