Book 44
51.3
αὐτοῖς ἄντικρυς ἐπικηρύξαντες. ταῦτα μὲν ἐς τὸ ἔπειτα προείδοντο, proei/donto Bk., proi+/dontes LM. ὥσπερ ἐν τοῖς ὀνόμασι τῆς τῶν ἔργων δεινότητος οὔσης, ἀλλʼ οὐκ ἐκ τῶν ὅπλων καὶ ἐκ τῶν ἑκάστου τρόπων καὶ γιγνομένων αὐτῶν καὶ τὰς τῆς ἐξουσίας, ἐν ᾗ ποτʼ ἂν
51.4
τύχῃ δρώμενα, προσρήσεις prosrh/seis Xiph., prosrh/sei LM. διαβαλλόντων· ἐν δὲ τῷ τότε παρόντι τούς τε κληρούχους τοὺς ὑπὸ τοῦ Καίσαρος προκεχειρισμένους ἐς τὰς ἀποικίας εὐθύς, μὴ καὶ νεοχμώσωσί τι, ἔστειλαν, καὶ τῶν σφαγέων τοὺς μὲν ἄρξαι τινῶν εἰληχότας ἐς τὰ ἔθνη, τοὺς δὲ λοιποὺς ἄλλον ἄλλοσε ἐπὶ προφάσει τινὶ ἐξέπεμψαν· καὶ αὐτοὺς ὡς καὶ εὐεργέτας σφῶν πολλοὶ ἐτίμησαν.
52.1
οὕτω μὲν ὁ Καῖσαρ μετήλλαξε. καὶ ἐπειδὴ ἔν τε τῷ τοῦ Πομπηίου οἰκοδομήματι καὶ παρὰ τῷ ἀνδριάντι αὐτοῦ τῷ τότε ἐκεῖ ἑστῶτι ἐσφάγη, ἔδοξέ τινα τιμωρίαν αὐτῷ δεδωκέναι, ἄλλως τε καὶ kai\ added by Bk. ὅτι καὶ βρονταὶ ἄπλετοι καὶ ὑετὸς λάβρος ἐπεγένετο. ἐν δʼ οὖν τῷ θορύβῳ ἐκείνῳ καὶ τοιόνδε τι οὐκ ἀπάξιον μνήμης συνηνέχθη.
52.2
Γάϊος γάρ τις Κάσκας δημαρχῶν, καὶ ἰδὼν ὅτι ὁ Κίννας ἐκ τῆς πρὸς τὸν στρατηγὸν ὁμωνυμίας ἀπώλετο, ἐφοβήθη μὴ καὶ αὐτὸς ἀποθάνῃ, ὅτι Πούπλιος Σερουίλιος Κάσκας ἔκ τε τῶν δημάρχων
52.3
καὶ ἐκ τῶν σφαγέων ἦν, καὶ γράμματα ἐξέθηκε τήν τε κοινωνίαν σφῶν ἐκ τῆς μιᾶς προσηγορίας καὶ τὴν διαφορὰν τῆς γνώμης δηλῶν. καὶ ἔπαθε μὲν οὐδέτερος δεινὸν οὐδέν (καὶ γὰρ ὁ Σερουίλιος ἰσχυρῶς ἐφυλάσσετὀ, λόγον δὲ δή τινα ὁ Γάϊος, ὥστε καὶ μνημονεύεσθαι διὰ τοῦτο, ἔσχεν.
53.1
τότε μὲν δὴ ταῦτα πρός τε τῶν ἄλλων καὶ πρὸς τῶν ὑπάτων ἐγένετο· καὶ γὰρ τὸν Δολοβέλλαν ὁ Ἀντώνιος, καίτοι μὴ βουληθεὶς mh\ boulhqei\s Xyl., mh\ fobhqei\s LM. τὰ πρῶτα ἐς τὴν ἀρχὴν ὡς οὐδέπω καθήκουσάν οἱ προσλαβεῖν,
53.2
ὅμως προσέθετο, δείσας μὴ στασιάσῃ. ὡς μέντοι ὅ τε θόρυβος κατέστη καὶ αὐτὸς ὁ Ἀντώνιος τό τε ἐξετάσαι τὰ διοικηθέντα ὑπὸ τοῦ Καίσαρος καὶ τὸ to\ R. Steph., o(/ti LM. πάντα τὰ δόξαντα αὐτῷ ποιῆσαι ἐπετράπη, οὐκέτʼ ἐσωφρόνησεν, ἀλλʼ ἐπειδὴ τάχιστα ἐγκρατὴς τῶν γραμμάτων αὐτοῦ ἐγένετο, πολλὰ μὲν ἀπήλειψε πολλὰ δὲ καὶ kai\ cod. Peir., om. LM. ἀντενέγραψεν, ἄλλα τε